# De incarnatione domini 75.1420

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1420

ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΚΥΡΙΟΥ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ. Αʹ. Ὅτι ὠφέλιμον τοῖς ἀκούουσιν ἡ τῆς θείας οἰκονομίας ἀνάμνησις. Ὁ μὲν περὶ τῆς ἁγίας Τριάδος ὡς ἐν εὐσεβῶν συλλόγῳ, καὶ τοῖς εὐαγγελικοῖς δόγμασιν πειθομένων, ἀποχρώντως ἡμῖν, ὡς οἶμαι, λόγος διήνυσται. Οὐ γὰρ ἀντειπεῖν ἐπὶ τοῦ παρόντος τοῖς ἀσεβέσιν, ἀλλὰ τοῖς φοιτηταῖς τῶν ἀποστόλων ἐκθέσθαι πίστιν προὐθέμεθα. Ἐπειδὴ δὲ καὶ τῶν θείων εὐεργεσιῶν τὸ μέγεθος ὑφάπτειν οἶδε μειζόνως τῶν φιλοθέων τὸν πόθον, καὶ θερμοτέρους αὐτοὺς καθίστησιν ἐραστὰς τοῦ Θεοῦ, ἀναγκαίως καὶ ἐπὶ τοῦτον βαδιοῦμαι τὸν λόγον, τῇ θεολογίᾳ τὴν οἰκονομίαν συνάπτων, καὶ δεικνὺς ἡλίκα καὶ ὅσα ὁ Ποιητὴς τὸ ἡμέτερον εὐηργέτησε γένος. Οὐ γὰρ ἐπαύσαντο πώποτε τῶν θείων δωρεῶν αἱ πηγαὶ τοῖς ἀνθρώποις τὰ ἀγαθὰ ἀναβλύζουσαι. Βʹ. Διήγησις τῶν ὑπὸ Θεοῦ γεγενημένων εἰς τὴν ἀνθρώπου εὐεργεσίαν ἐξ ἀρχῆς. Ἀλλ' ἀφ' οὗπερ τόνδε τὸν παναρμόνιον κόσμον ἐδημιούργησεν, ταῖς ποικίλαις εὐεργεσίαις τὴν ἡμετέραν ἐπικλύζει φύσιν ὁ Ποιητής. Καὶ πρῶτον μὲν μὴ ὄντα πεποίηκε καὶ διαπλάττων ἐτίμησεν, καὶ τὸν χοῦν εἰς ἀνθρώπου φύσιν μετέβαλεν ὡς ἠθέλησε, καὶ τῷ δυσειδεῖ πηλῷ κάλλος καὶ ψυχὴν ἐδωρήσατο, ὀφθαλμῶν λαμπρότητα, καὶ γαλήνης καθαρότητα, καὶ παρειῶν λειότητα, καὶ γλώττης ἁπαλότητα, καὶ αἵματος ὀχετοὺς εἰς ἅπαντα τοῦ σώματος Διαθέοντας μέλη, καὶ ἀρδεῖαν ἀποχρῶσαν σαρκὶ καὶ νεύροις χορηγοῦντας καὶ δέρματι, ὀστῶν ἀντιτυπίαν, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
