# De incarnatione domini 75.1425

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1425

θρώπων ἀπώνατο· μείζοσι δὲ ἀγνωμοσύναις τὸν εὐεργέτην ἠμείψατο. Εὐθὺς γὰρ ἀδελφοκτονία τολμᾶται, καὶ φθόνος, καὶ ψεῦδος, ἀκολασίαι τε καὶ ἀσέλγειαι, ἀδικίαι, καὶ ἀλληλοφονίαι, καὶ τῶν ἀλλοτρίων ἁρπαγαὶ, καὶ τἄλλα ὅσα ἐβλάστησεν ἡ ἁμαρτία κακά. Ἀλλ' οὐδὲ οὕτως ὁ Ποιητὴς ἣν διέπλασεν ἀπηγόρευσεν φύσιν· σοφῶς δὲ αὐτὸ καὶ διαφόρως ἐτέλεσεν, ἰατρεύων, ἐπιτιμῶν, ἐγκαλῶν, εἰσηγούμενος τὸ δέον, συμβουλεύων, ἀπειλῶν, ἐπάγων τὴν ἀπειλὴν, κολάζων τοὺς πονηροὺς, στεφανῶν τοὺς ἀγαθοὺς, καὶ τὸν μὲν ἀνακηρύττων, τὸν δὲ μετατιθεὶς, τὸν δὲ ξύλῳ μετὰ τοῦ γένους διασώζων, καὶ σπινθῆρα τῇ φύσει διατηρῶν, ἐπικλύζων τὴν γῆν, διαφθείρων ὕδατι τοὺς ἐργάτας τῆς πονηρίας, αὔξων αὖθις τὸ ἀνθρώπινον γένος, μερικαῖς τιμωρίαις κοινὰς ἰατρείας ποιούμενος, πόλεις ἀσεβείαις συζώσας πυρὶ καταφλέγων οὐρανίῳ, τὸν σὺν αὐτοῖς μὲν οἰκοῦντα, τῆς δ' ἀσεβείας οὐ κοινωνοῦντα, τῆς τιμωρίας ἐλευθερῶν, εὐετηρίαις δωρούμενος, ἐν καιρῷ ὑετὸν χαριζόμενος, αὔξων ἀῤῥήτως τὰ παρὰ τῶν ἀνθρώπων καταβαλλόμενα σπέρματα, καρπῶν ἀφθονίας βρύειν τὰ δένδρα κελεύων, λιμῷ παιδεύων τοὺς οὐδὲν ἐκ τῆς εὐθηνίας ὠφεληθέντας, νόσους ἐπάγων, καὶ πάλιν ταύτας ἐλαύνων, χαλασφενδονῶν τὰς τῆς ζωῆς ἀφορμὰς, νέφεσιν ἀκρίδος τὸν ἥλιον κρύπτων καὶ τοὺς καρποὺς διαφθείρων· νεύων αὖθις, καὶ τὰ λυπηρὰ μεταβάλλων, τοὺς τὴν εὐσέβειαν ἀγαπήσαντας οὐκ ἐῶν, καὶ τούτοις φαινόμενος, καὶ φιλικῶς διαλεγόμενος, καὶ διὰ τούτων προσημαίνων τὰ μέλλοντα. Ηʹ. Ὅτι φιλανθρωπίας γέμει ἡ τοῦ Θεοῦ ἐνανθρώπησις. Ἐπειδὴ δὲ ταῦτα, καὶ τἄλλα τὰ μυρία καὶ δυσδιήγητα τῆς θείας οἰκονομίας εἴδη ὀλίγους μὲν εὐηργέτησεν, οἱ δὲ λοιποὶ τῶν ἀνθρώπων ἀνηκέστως διέκειντο, τότε δὴ, τότε τὸ μέγα καὶ ἄῤῥητον γίνεται τῆς οἰκονομίας μυστήριον· αὐτὸς γὰρ ὁ Λόγος τοῦ Θεοῦ, ὁ δημιουργὸς ἁπάσης τῆς κτίσεως, ὁ ἀχώρητος, ὁ ἀπερίγραπτος, ὁ ἀναλλοίωτος, ἡ πηγὴ τῆς ζωῆς, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ ζῶσα τοῦ Πατρὸς εἰκὼν, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως, τὴν ἀνθρωπείαν φύσιν ἀναλαμβάνει, καὶ τὴν οἰκείαν εἰκόνα νεοποιεῖ τῇ ἁμαρτίᾳ διαφθαρεῖσαν, καὶ τὸν ἀνδριάντα τὸν ὑπὸ τοῦ υἱοῦ τῆς πονηρίας παλαιωθέντα ἀνανεοῖ, καὶ τοῦ πρώτου χαριέστερον δείκνυσιν, οὐκ ἀπὸ γῆς ὡς πάλαι τοῦτον δημιουργήσας, ἀλλ' αὐτὸς καταδεξάμενος· οὐ τὴν θείαν φύσιν εἰς ἀνθρωπείαν μεταβαλὼν, ἀλλὰ τῇ θείᾳ τὴν ἀνθρωπείαν συνάψας· μένων γὰρ ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν· καὶ τοῦτο ἡμᾶς διδάσκει ὁ μακάριος Παῦλος βοῶν· «Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ἐξ ὧν εὔδηλον, ὡς ἡ τοῦ Θεοῦ μορφὴ, μένουσα ὃ ἦν, ἔλαβε τὴν δούλου μορφήν· μορφὴν δὲ καλεῖ οὐ τὸ φαινόμενον μόνον τοῦ ἀνθρώπου, ἀλλὰ πᾶσαν τὴν ἀνθρώπου

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
