# De incarnatione domini 75.1428

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1428

φύσιν· ὥσπερ γὰρ ἡ τοῦ Θεοῦ μορφὴ, τοῦ Θεοῦ τὴν οὐσίαν σημαίνει, ἀνείδεον γὰρ τὸ θεῖον καὶ ἀσχημάτιστον, καὶ οὐδεὶς ἂν εἴπῃ μὴ παραπαίων, μορφὴν ἔχειν, καὶ μελῶν διαίρεσιν, τὸν ἀσώματον καὶ ἀσύνθετον, οὕτως ἡ τοῦ δούλου μορφὴ, οὐ τὸ ὁρώμενον τοῦτο μόνον, ἀλλὰ πᾶσαν τοῦ ἀνθρώπου δηλοῖ τὴν οὐσίαν. Θʹ. Ἔλεγχος τῆς τῶν αἱρετικῶν ἀσεβείας. Τινὲς δὲ τῶν τἀναντία φρονούντων τῆς εὐσεβείας, ἐπειδὴ τοῖς ἀποστολικοῖς ῥητοῖς πειρῶνται κατατοξεύειν ἀληθείας τὰ δόγματα, Ἄρειος μὲν καὶ Εὐνόμιος ἄψυχον ἄνθρωπον ἀνειλῆφθαι παρὰ τοῦ Θεοῦ Λόγου διαβεβαιούμενοι, Ἀπολινάριος δὲ ἔμψυχον, νοῦ δὲ ἐστερημένον, οὐκ οἶδ' ὅ τι νοῶν τὴν ἀνθρωπείαν ψυχήν· Μαρκίων δὲ καὶ Μάνης, καὶ ἡ λοιπὴ τῆς ἀσεβείας ἐκείνη συμμορία, τὸ τῆς οἰκονομίας ἄπαν ὁμοῦ ἀρνεῖται μυστήριον. Καὶ τὴν μὲν ἄῤῥητον τῆς ἁγίας Παρθένου σύλληψίν τε καὶ κύησιν, μῦθον εἶναι καὶ πλάσμα νομίζουσι· φαντασίᾳ δὲ σώματος τὴν θεότητα συγκαλυφθῆναι διαγορεύουσι, καὶ τούτῳ τῷ τρόπῳ τοῖς ἀνθρώποις ἄνθρωπον ἀναφανῆναι. Ἀναγκαῖον τῶν ἀποστολικῶν ῥητῶν σαφῆ τῆς διανοίας παραστῆσαι τοῖς εὐσεβέσιν, «ὃς ἐν μορφῇ Θεοῦ, φησὶν, ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Ταῦτα τῶν προειρημένων αἱρετικῶν ἕκαστος οἰκειούμενος, τῶν βδελυρῶν δογμάτων κατασκευάζει τὸ ψεῦδος. Ἄρειος μὲν καὶ Εὐνόμιος καὶ Ἀπολινάριος καὶ οἱ κατὰ τούτους, τὴν τοῦ δούλου μορφὴν καὶ τὸ σχῆμα καὶ τὸ ὁμοίωμα τοῦ ἀνθρώπου, τὸ φαινόμενον τῆς ἡμετέρας φύσεως σημαίνειν διαγορεύοντες· οἱ δὲ τῆς μυσαρωτέρας φάλαγγος, τὸ σχῆμα καὶ τὸ ὁμοίωμα εἰς σκιάν τινα καὶ εἰκόνα καὶ φαντασίαν σώματι ἐοικυῖαν λαμβάνοντες. Ιʹ. Ἑρμηνεία τοῦ, «ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων.» Φρενοβλάβειαν δὲ τὴν ἀμφοτέρων παραυτίκα ἡμεῖς διελέγξομεν· μορφὴν γὰρ δούλου τὴν οὐσίαν, ὡς ἀπεδείξαμεν, προσαγορεύει τοῦ δούλου· εἰ γὰρ ἡ τοῦ Θεοῦ μορφὴ τὴν οὐσίαν δηλοῖ τοῦ Θεοῦ, εὔδηλον ὡς καὶ ἡ τοῦ δούλου τῆς οὐσίας ἐστὶ τοῦ δούλου σημαντική· τὸ δὲ, «ἐν ὁμοιώματι τοῦ ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» οὐχ ὡς τῆς φύσεως ὀνόματα τέθεικεν ὁ Ἀπόστολος, ἀλλὰ τῆς ἐνεργείας· ἐπειδὴ γὰρ ὁ Δεσπότης Χριστὸς τὴν ἡμετέραν ἔχων φύσιν, τὴν ἡμετέραν οὐ κατεδέξατο πονηρίαν, ἀλλ' ἁπάσης ἐλεύθερος, ὡς ὁ προφήτης βοᾷ, ὅτι «ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·» καὶ ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης συμμαρτυρεῖ λέγων· «Ἴδε ὁ ἀμνὸς ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν·» ὁ μακάριος Παῦλος ἐν ὁμοιώματι ἀνθρώπου αὐτὸν ἀναγκαίως ἔφη

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
