# De incarnatione domini 75.1429

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1429

γενέσθαι, καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον, τῆς πονηρᾶς ἐνεργείας τῶν ἀνθρώπων ἀπηλλαγμένον. Διὸ καὶ ἑτέρωθι ἔλεγε· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Ὁρᾶτε πῶς διὰ τούτων ἐκείνων λύει τὴν ἀσάφειαν. «Ὁ Θεὸς, φησὶ, τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας·» οὐχ ἁπλῶς εἶπεν, ἐν ὁμοιώματι σαρκὸς, διαλύων τῶν ἀσεβῶν δογμάτων τὴν βλασφημίαν· προγινώσκει γὰρ ἅπαντα ἡ χάρις τοῦ Πνεύματος· ἀλλ', «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας,» ἵνα μάθωμεν ὡς τὸ «ὁμοίωμα,» διὰ τὸ πάσης ἁμαρτίας ἀπηλλάχθαι τὸν ἡμέτερον Σωτῆρα, τέθεικεν· ἄνθρωπος γὰρ γενόμενος τὴν φύσιν, κατὰ τὴν ἁμαρτίαν γέγονεν ἄνθρωπος· διὸ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἀνθρωπείαν μὲν φύσιν ἀναλαβὼν, τῆς δὲ τυραννούσης ἐν τοῖς ἀνθρώποις ἁμαρτίας τὸν ζυγὸν μὴ δεξάμενος, ἀλλὰ πᾶσαν ταύτης ἀποῤῥίψας τὴν δεσποτείαν, καὶ δείξας, ὡς δυνατὸν ἐν ἀνθρωπείᾳ φύσει τῶν τῆς ἁμαρτίας περιγενέσθαι βελῶν· οὕτως κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, τὸ ἀσθενὲς αὐτῆς ἐλέγξας, καὶ τὴν τυραννίδα παύσας, καὶ νικᾷν οὕτω τοὺς ἀνθρώπους διδάξας· διὸ ἐπήγαγεν ὁ μακάριος Παῦλος, Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα τοῦ νόμου περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Οὐκοῦν ἐδικαιώθημεν, τῆς ἁμαρτίας ἐν σαρκὶ κατακριθείσης· κατέκρινε δὲ ἐν σαρκὶ τὴν ἁμαρτίαν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος ὁ Σωτὴρ ὁ ἡμέτερος· τὴν μὲν ἀνθρωπείαν φύσιν ἀναλαβὼν, τὴν δὲ πάλαι ταύτης δεσπόζουσαν μὴ καταδεξάμενος ἁμαρτίαν. Οὕτως ὁ θεσπέσιος Παῦλος ἐν ὀλίγοις ῥήμασιν ἅπαν τῶν αἱρετικῶν τὸ στίφος διέλυσεν, Ἀρείου μὲν καὶ Εὐνομίου τὴν μανίαν ἐλέγξας, ἐν τῇ τῶν προειρημένων ῥημάτων ἀρχῇ· «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Οὐ γὰρ εἶπεν, ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ', «ἐν μορφῇ Θεοῦ ὑπάρχων.» Οὐδὲ εἶπεν Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ἑαυτῷ, ἢ ἴσα ἀγγέλοις, ἢ ἴσα τῇ κτίσει, ἀλλ' ἴσα, ἔφη, Θεῷ τῷ Πατρὶ, τῷ γεννήσαντι, ἀνάρχῳ, τῷ ἀγεννήτῳ, τῷ ἀπεράντῳ, τῷ τῶν ὅλων Δεσπότῃ. Ἄρειος μὲν οὖν καὶ Εὐνόμιος ἰσχυρὸν ἐντεῦθεν ἐδέξαντο τῆς οἰκείας ἀσεβείας τὸν ἔλεγχον, καὶ Σαβέλλιος δὲ καὶ Μάρκελλος καὶ Φωτεινὸς, οἱ τὰς τρεῖς ὑποστάσεις ἀρνούμενοι, καὶ τὰς τῆς θεότητος συγχέοντες ἰδιότητας, ἐντεῦθεν βλασφημοῦντες ἐλέγχονται· ἕτερος γὰρ κατὰ τὴν ὑπόστασιν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ ἕτερος ἐκεῖνος οὗ ἐν μορφῇ ὑπάρ-

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
