# De incarnatione domini 75.1432

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1432

χει· καὶ ἄλλος πάλιν ὁ μὴ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, παρ' ἐκεῖνον οὗ ἴσος ὑπάρχει, ἀλλ' οὐχ ἥρπασεν τὴν πρὸς αὐτὸν ἰσότητα. Πρὸς δὲ τούτοις καὶ ὁ ψευδώνυμος Παῦλος, ὁ τὴν μὲν πρὸ αἰώνων γέννησιν τοῦ Σωτῆρος ἀρνούμενος, Ἰουδαϊκῷ δὲ κεχρημένος φρονήματι, καὶ τὴν ἐκ Παρθένου μόνην ὁμολογῶν, ἐκ τῶν αὐτῶν τούτων λόγων, τὴν ἀξίαν τῆς ἀσεβείας αἰσχύνην καρποῦται· διδάσκεται γὰρ ὑπὸ τοῦ θείου Παύλου τὸν λαβόντα Θεὸν Λόγον, καὶ τὴν ἀνθρωπείαν φύσιν τὴν ληφθεῖσαν, τὴν προϋπάρχουσαν μορφὴν τοῦ Θεοῦ, καὶ ἐν τῷ τέλει τῶν αἰώνων προσληφθεῖσαν ἀπ' ἐκείνης δούλου μορφήν. Διδάσκεται δὲ πάλιν Ἀπολινάριος σὺν Ἀρείῳ καὶ Εὐνομίῳ, ὡς οὐχ ὁ Θεὸς Λόγος ὁ ἄτρεπτος, εἰς σαρκὸς φύσιν ἐτράπη, ἀλλὰ τὴν ἡμετέραν ἀναλαβὼν οὐσίαν, τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν. Ἀπεδείξαμεν δὲ, δι' ὧν εἰρήκαμεν, μορφὴν δούλου τὴν τοῦ ἀνθρώπου προσαγορευομένην οὐσίαν· εἰ γὰρ ἡ μορφὴ τοῦ Θεοῦ, οὐσία τοῦ Θεοῦ· ἀμόρφωτον γὰρ καὶ ἀνείδεον τὸ Θεῖον· ἁπλοῦν δὲ καὶ ἀσύνθετον καὶ ἀσχημάτιστον, καὶ ἡ τοῦ δούλου μορφὴ δηλονότι οὐσία δούλου εἰκότως ἂν νοηθείη· οὐσία δὲ δούλου, τουτέστιν ἀνθρώπου, οὐ τὸ φαινόμενον σῶμα μόνον, ἀλλὰ πᾶσα τοῦ ἀνθρώπου ἡ φύσις παρὰ τοῖς σωφρονοῦσιν νενόμισται. Πρὸς δὲ τούτοις οἱ πρωτοστάται τῆς ἀσεβείας, καὶ πρῶτοι τὴν βλασφημίαν κατὰ τῆς εὐσεβείας βλαστήσαντες, καὶ Χριστιανῶν μὲν ὄνομα ἑαυτοῖς ἐπιθέντες, πᾶσαν δὲ τὴν πολύθεον τῶν εἰδώλων πλάνην ὑπερακοντίσαντες, Μαρκίων, φημὶ, καὶ Μάνης, καὶ οἱ τῆς λοιμικῆς αὐτῶν καθέδρας μύσται καὶ γείτονες, δι' αὐτῶν τούτων τῶν ῥημάτων τὴν οἰκείαν παραπληξίαν μανθάνουσι· τὴν κατὰ σάρκα γὰρ τοῦ Κυρίου γέννησίν τε καὶ ἐνανθρώπησιν οὐ δεχόμενοι, ἀκούουσι τοῦ θειοτάτου Παύλου διδάσκοντος, ὡς ἡ τοῦ Θεοῦ μορφὴ ἔλαβε τὴν τοῦ δούλου μορφήν· ἡ δὲ τοῦ δούλου μορφὴ οὐ φαντασία τις ἦν, οὐδὲ σκιὰ, οὐδὲ ἀέριον ἴνδαλμα, οὐδ' ἄλλο τι τῶν τοιούτων προσαγορεύεται, ἀλλ' ἡ τοῦ δούλου φύσις. Εἰ δὲ τὰ ἐπαγόμενα ἡμῖν προβάλλοιντο, «ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» καὶ τὸ ἐν τῇ πρὸς Ῥωμαίους, «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, «πρῶτον αὐτῶν τὴν ἄνοιαν διελέγξωμεν· εἰ γὰρ τὸ, «ἐν ὁμοιώματι ἀνθρώπου, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» φαντασίαν τινὰ ἀνθρωπείαν δηλοῖ, ἡ δὲ μορφὴ τοῦ δούλου, φύσις ἀνθρώπου· ἐναντία τίθησιν ὁ Ἀπόστολος· εἰ δὲ οὐκ ἐναντία τοῦ Ἀποστόλου τὰ ῥήματα, μάθωμεν ὡς ἡ τοῦ δούλου μορφὴ, οὐσία δούλου τυγχάνει. Τὸ δὲ ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι, καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον, οὕτως νοήσομεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἡμετέραν ἔχων φύσιν, οὐ κατὰ πάντα ἴσος ἡμῖν ἐτύγχανεν· ἐγεννήθη μὲν γὰρ ἐκ γυναικὸς καὶ αὐτὸς, ἀλλ' οὐχ ὁμοίως ἡμῖν· ἐκ παρθενικῆς γὰρ ἐβλάστησε μήτρας· καὶ τέλειος μὲν ἄνθρωπος ἦν ὡς ἡμεῖς· εἶχε δὲ

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
