# De incarnatione domini 75.1433

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1433

πλέον ἡμῖν τοῦ Θεοῦ Λόγου τὴν ἐνοίκησίν τε καὶ ἕνωσιν· καὶ σάρκα μὲν εἶχεν ἔμψυχόν τε καὶ λογικὴν ὡς ἡμεῖς, τῶν δὲ τῆς ἁμαρτίας οὐκ ἠνέσχετο κινημάτων ὥσπερ ἡμεῖς, ἀλλ' ἐν σώματι ὑφ' ἁμαρτίας πολεμουμένῳ, τὴν τῆς ἁμαρτίας τυραννίδα κατέλυσε· διὰ τοῦτο ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἑαυτὸν ἐταπείνωσεν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ αὐτὸ δὲ τὸ ὄνομα τῆς ταπεινώσεως δηλοῖ τὴν τῆς ταπεινῆς ἀνάληψιν φύσεως. Ἄλλως τε περὶ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχοντος διαλεγόμενος, ἐπήγαγεν· «Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,» διδάσκων ὅτι ὁ ἀσώματος Θεοῦ Λόγος ὡς ἄνθρωπος ὤφθη, φύσιν ἀνθρωπείαν ἀναλαβών· διὸ καὶ τὸ «ὡς ἄνθρωπος» τέθεικεν, ἵνα μὴ τροπήν τινα γεγενῆσθαι νομίσωμεν τοῦ ἀοράτου Θεοῦ, ἀλλὰ πιστεύσωμεν ὅτι σάρκα λαβὼν ἔμψυχόν τε καὶ λογικὴν, Θεὸς ὢν ἐν ὁμοιώματι ἀνθρώπου ἐγένετο, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος· οὕτως ὁ μέγας τῆς εὐσεβείας προαγωνιστὴς, ὁ μακάριος λέγω Παῦλος, τὰ ποικίλα καὶ διάφορα τῶν αἱρετικῶν κατέλυσε στόματα. Ἀλλ' ἐνταῦθα μὲν ἡμᾶς ὁ Λόγος παρήνεγκε, τὴν τῶν αἱρετικῶν ἐλέγχων ἐμβροντησίαν, καὶ δῆλα ποιῶν τοῖς τροφίμοις τῆς εὐσεβείας τῆς ἀληθείας τὰ δόγματα. Ἀναχωρεῖν οὖν, ὅθεν ἐξέβην, καιρός. ΙΑʹ. Τίνος χάριν τὴν ἀνθρωπίνην φύσιν ὁ Θεὸς ἀνέλαβε Λόγος. Τοίνυν τὴν ἡμετέραν φύσιν ὁ Ποιητὴς οἰκτείρας ὑπὸ τοῦ Πονηροῦ πολεμουμένην, καὶ τοῖς πικροῖς τῆς ἁμαρτίας βέλεσι βαλλομένην, καὶ τῷ θανάτῳ παραπεμπομένην, ἐπαμύνει τῇ εἰκόνι, καὶ τοὺς πολεμοῦντας καταγωνίζεται, οὐ γυμνῇ τῇ δυνάμει χρησάμενος τῇ θεότητι, οὐδὲ τῇ ἐξουσίᾳ τῆς βασιλείας καταπλήξας τοὺς ἀντιπάλους, οὐκ ἀγγέλους στρατεύσας, οὐδὲ τοὺς ἀρχαγγέλους εἰς συμμαχίαν λαβὼν, οὐδὲ κεραυνοὺς ἢ πρηστῆρας κατὰ τῶν ἐναντίων ὁπλίσας, οὐδὲ μετὰ τῶν χερουβὶμ φανεὶς ἐπὶ τῆς ἠπείρου καὶ τῶν ἡμετέρων ἀντιδίκων δικαστικῶς καταψηφισάμενος [cod. mendose καταψησάμενος], ἀλλ' εἷς τῶν ὑπευθύνων καὶ πολεμουμένων γινόμενος, καὶ κατακρύψας τὸ μεγαλοπρεπὲς τῆς θεότητος τῇ εὐτελείᾳ τῆς ἀνθρωπότητος, καὶ τὸν ὁρώμενον ἄνθρωπον εἰς πάλην ἀλείψας, καὶ νικήσαντα στεφανώσας· καὶ παιδόθεν μὲν τὴν ἀρετὴν ἐκδιδάξας, καὶ δικαιοσύνης εἰς ἀκρότατον ἀγαγὼν, ἀήττητον δὲ φυλάξας, καὶ τῶν βελῶν τῆς ἁμαρτίας ἐλεύθερον, συγχωρήσας δὲ ὅμως ὑπὸ θάνατον γενέσθαι, ἵνα τῆς ἁμαρτίας τὴν ἀδικίαν ἐλέγξῃ, καὶ τοῦ θανάτου καταλύσῃ τὸ κράτος. Εἰ γὰρ τῶν ὑπὸ τὴν ἁμαρτίαν γεγενημένων ὁ θάνατος ἐπιτίμιον, ὁ ταύτης ἀπηλλαγμένος παντάπασι, δηλονότι ζωῆς ἀπολαύειν, ἀλλ' οὐ θανάτου, δίκαιος ἦν· τοίνυν ἡττηθεῖσα ἡ ἁμαρτία, καὶ τὸν νικητὴν κατακρίνασα θανάτῳ, καὶ τὴν αὐτὴν ἐξενεγκοῦσα κατὰ τοῦ νενικηκότος ψῆφον, ἣν ἀεὶ κατὰ τῶν ἡττωμένων ἐξέφερεν, ἀδικοῦσα ἑάλω. Μέχρι μὲν γὰρ τοὺς ὑπηκόους τῷ θανάτῳ παρέπεμπεν, ὡς δίκαια ποιοῦσα

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
