# De incarnatione domini 75.1436

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1436

συνεχωρεῖτο τοῦτο ποιεῖν· ἐπειδὴ δὲ τὸν ἀθῶον καὶ ἀνεύθυνον καὶ στεφάνων καὶ ἀναῤῥήσεων ἄξιον τοῖς αὐτοῖς ἐπιτιμίοις ὑπέβαλλεν, ἀναγκαίως λοιπὸν ὡς ἄδικος τῆς ἐξουσίας ἐκβάλλεται. Καὶ τοῦτο διδάσκων ὁ μακάριος Παῦλος ἔλεγεν· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Ὃ δὲ λέγει, τοιοῦτό ἐστι· Σκοπὸς, φησὶν, ἦν τῷ νόμῳ δικαιῶσαι τὴν φύσιν τῶν ἀνθρώπων· ἀδυνάτως δὲ εἶχε τοῦτο ποιεῖν, οὐ παρὰ τὴν οἰκείαν ἀσθένειαν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων ῥᾳστώνην· ἐπιῤῥεπῶς γὰρ ἔχοντες περὶ τὴν τῆς σαρκὸς ἡδονὴν, ἔφυγον μὲν τὸ τῶν νομίμων ἐπίπονον, ταῖς δὲ τοῦ σώματος προσεχώρουν ἡδυπαθείαις· διὰ τοῦτο, φησὶν, ὁ τῶν ὅλων Θεὸς τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, τουτέστιν ἀνθρωπίνῃ μὲν φύσει, ἁμαρτίας δὲ ἀπηλλαγμένῃ, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἐλέγξας αὐτῆς τὴν ἀδικίαν, ὅτι τὸν ἀνεύθυνον καὶ ἁμαρτίας ἐλεύθερον τοῖς τῶν ἁμαρτωλῶν ἐπιτιμίοις ὑπέβαλλεν· οὐχ ἵνα δὲ δικαιώσῃ ὃν ἀνέλαβεν ἄνθρωπον, ταῦτα πεποίηκεν, ἀλλ' ἵνα, φησὶ, τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ἐπὶ γὰρ πᾶσαν τὴν φύσιν τῶν ἀνθρώπων ἡ τοῦ Σωτῆρος ἡμῶν εὐεργεσία χωρεῖ· ὅτι καθάπερ τῷ προπάτορι Ἀδὰμ, καὶ τῆς ἀρᾶς ἐκοινωνήσαμεν, καὶ γεγόναμεν ἅπαντες ὑπὸ τὸν θάνατον ὥσπερ ἐκεῖνος, οὕτω τοῦ Σωτῆρος Χριστοῦ καὶ τὴν νίκην οἰκειούμεθα, καὶ τῆς δόξης συμμεθέξομεν, καὶ τῆς βασιλείας συναπολαυσόμεθα. Καὶ τούτων μάρτυς ὁ μακάριος Παῦλος, τῶν τε παλαιῶν καὶ τῶν νέων ἀναμιμνήσκων, καὶ δεικνὺς τῶν προτέρων λύσιν γεγενημένην, τὴν τοῦ Σωτῆρος ἡμῶν δικαιοσύνην. ΙΒʹ. Ὥσπερ τῶν τοῦ Ἀδὰμ θανάτῳ ἐκοινωνήσαμεν, οὕτω καὶ τῇ τοῦ Κυρίου ζωῇ. «Εἰ γὰρ τῷ τοῦ ἑνὸς, φησὶ, παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ, καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς πολλοὺς ἐπερίσσευσε.» Καὶ μετὰ βραχέα· «Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους τὸ κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος δικαίωσις ζωῆς· ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Ταῦτα καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ σαφέστερον διδάσκει λέγων· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἐξ ὧν εὔδηλον, ὡς ἡμετέρα νίκη τοῦ Σωτῆρος ἡμῶν ἡ νίκη· καὶ γὰρ ἧττα κοινὴ γέγονεν ἡ τοῦ προπάτορος ἡμῶν ἧττα·

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
