# De incarnatione domini 75.1437

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1437

καὶ δεῖ, καθάπερ ἐκείνῳ τῆς κοινωνίας ἐκοινωνήσαμεν, οὕτως ἡμᾶς συναπολαῦσαι τῶν ἀγαθῶν τῷ ἐξ ἡμῶν μὲν ἀναληφθέντι, ὑπὲρ ἡμῶν δὲ στεφανωθέντι· διὸ καὶ ὁ θεῖος Ἀπόστολος ἔλεγεν, ὅτι «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς αὐτὸς προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε· καὶ οὓς ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.» Καὶ ἑτέρωθεν λέγει· «Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ καὶ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.» Καὶ ἀλλαχοῦ· «Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» Ὑπὲρ πάσης τοίνυν τῆς ἡμετέρας φύσεως ὁ τοῦ Θεοῦ Θεὸς Λόγος τὴν ἡμετέραν ἀπαρχὴν ἀνελάβετο, ἵνα διὰ πάσης αὐτὴν ἀρετῆς ἀγαγὼν, εἰς πάλην μὲν προτρέψῃ τὸν ἀνταγωνιστὴν, δείξῃ δὲ τὸν ἀθλητὴν ἀήττητον· καὶ τοῦτον μὲν στεφανώσῃ, ἐκείνου δὲ τὴν ἧτταν κηρύξῃ, καὶ καταθαῤῥεῖν αὐτοῦ πάντας παρασκευάσῃ· διὸ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔλεγε, νῦν μέν· «Εἶδον τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα·» νῦν δέ· «Ἐὰν μή τις εἰσέλθῃ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὸν ἰσχυρὸν δήσῃ, πῶς τὰ σκεύη αὐτοῦ διαρπάσει;» οἰκίαν λέγων τοῦ ἰσχυροῦ τὴν ἀνθρωπείαν φύσιν, ὡς πρὸς ἐκεῖνον αὐτομολήσασαν, καὶ πᾶν τὸ κελευσθὲν ὑπ' ἐκείνου ποιεῖν ἀνασχομένην, καὶ αὐθαίρετον δουλείαν ἐπισπασαμένην. Καὶ ἀλλαχοῦ δὲ, «Θαρσεῖτε, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον.» Καὶ ἑτέρωθεν· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ἀπὸ τῆς γῆς ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ προϊὼν δὲ τοῦτο λέγει σαφέστερον· ΙΓʹ. Ὅτι κοινὴ τῶν ἀνθρώπων εὐεργεσία ἡ τοῦ Σωτῆρος οἰκονομία. «Περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται·» καὶ αὖθις· «Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν·» πάσης γὰρ ἀπηλλαγμένος αἰτίας, οὐδὲν εἶχε τῶν τοῦ διαβόλου σπερμάτων. Διὸ καὶ τὸ τυραννεῖν κατέπαυσεν, καὶ ἐξέβαλεν ἔξω, καὶ ὑπὸ τῶν πάλαι δουλευόντων πατεῖσθαι πεποίηκε, παρεγγυῶν, καὶ λέγων· «Ἰδοὺ δίδωμι ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ.» Ἵνα δὲ καὶ αὐτὴν ἴδωμεν τὴν πρὸς τὸν διάβολον πάλην, ἔλθωμεν ἐπὶ τὴν ἱστορίαν τῶν Εὐαγγελίων. Ἀνήχθη ὑπὸ τοῦ Πνεύματος Ἰησοῦς εἰς τὴν ἔρημον μετὰ τὸ βάπτισμα, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Ἀνήχθη δὲ οὐχ ὁ Θεὸς Λόγος, ἀλλ' ὁ ἐκ σπέρματος Δαβὶδ ὑπὸ τοῦ Θεοῦ Λόγου ληφθεὶς ναός· οὐ γὰρ τὸν Θεὸν Λόγον εἰς τὴν πρὸς τὸν διάβολον πάλην ἀπήγαγε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ὃν ἐν τῇ Παρθένῳ διέπλασε τῷ Θεῷ Λόγῳ ναόν. Ἄσιτος διετέλεσεν ἡμέρας τεσσαράκοντα, καὶ νύκτας ἰσαρίθμους· οὐ γὰρ ἠθέλησεν

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
