# De incarnatione domini 75.1440

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1440

ὑπερβῆναι τῶν πάλαι νενηστευκότων τὸ μέτρον, ἵνα μὴ φύγῃ τὴν πρὸς αὐτὸν ὁ ἀντίπαλος μάχην, ἵνα μὴ γνωρίσας τὸν κρυπτόμενον, φύγῃ τὴν πρὸς τὸ φαινόμενον πάλην. Τούτου χάριν μετὰ τὸν προειρημένον ἀριθμὸν τῶν ἡμερῶν, τῆς ἀνθρωπείας φύσεως τὸ πάθος ὑποφαίνει, καὶ συγχωρεῖ τῇ πείνῃ χώραν λαβεῖν, λαβὴν ἐκείνῳ διὰ τῆς πείνης διδούς· οὐ γὰρ προσελθεῖν ἐτόλμα, πολλὰ περὶ αὐτὸν θεοπρεπῆ γινόμενα θεωρῶν· καὶ γὰρ ἄγγελοι τεχθέντος ἐχόρευον, ἀνατείλας ἀστὴρ μάγους ἐποδήγησεν εἰς προσκύνησιν τοὺς τῆς αὐτῆς φάλαγγος κορυφαίους, καὶ αὐτὸν ἑώρα πᾶσαν ἐκ παιδὸς μετιόντα δικαιοσύνην, βδελυττόμενον κακίαν, μυσαττόμενον πονηρίαν· καὶ ταῦτα [cod. ταύτην] κατὰ τὴν εἰς αὐτὸν γεγενημένην πρόῤῥησιν ὑπὸ τοῦ προφήτου, ὅτι «Πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν·» ἐβόα δὲ καὶ Ἰωάννης· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Πατὴρ ἄνωθεν ἐμαρτύρησεν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Τοῦ Πνεύματος ἡ χάρις ἐφοίτησε. Ταῦτα καὶ ὅσα τοιαῦτα τὸν διάβολον καταπλήττοντα προσελθεῖν οὐκ εἴα τῷ τῆς ἡμετέρας φύσεως ἀθλητῇ· ὡς δὲ τῆς πείνης τὴν προσβολὴν ὑπεδέξατο, καὶ τροφῆς αὐτὸν εἶδεν ἀνθρωπίνης δεόμενον, καὶ καρτερεῖν περαιτέρω τῶν παλαιῶν ἀνδρῶν οὐ δυνάμενον, προσέρχεται, λαβὴν οἰόμενος εὑρηκέναι μεγίστην, καὶ νικήσειν ῥᾳδίως πιστεύων. ΙΔʹ. Τίνι τρόπῳ κατηγωνίσατο τὸν διάβολον ὁ Δεσπότης Χριστός. Καὶ καθάπερ ἐν τοῖς πολέμοις τὸν πανταχόθεν τῇ πανοπλίᾳ κεκαλυμμένον κατατοξεῦσαί τις ἐθέλων, ὅλον τοῖς ὀφθαλμοῖς περισκοπῶν, πόῤῥωθεν ἐρευνῶν, μέλος γεγυμνωμένον ἐπιζητῶν, ἵνα τὸ βέλος ἐκεῖ ῥίψας τὸν ἀντίπαλον πλήξῃ, οὕτως ὁ διάβολος πάσῃ δικαιοσύνῃ τὸν Χριστὸν καθωπλισμένον ὁρῶν, καὶ τόπον ζητῶν ἁρμόδιον, ἵνα τὸ βέλος ἐκεῖ ἀκοντίσῃ, ὡς εἶδε τὴν πείναν ἀναφανεῖσαν, προσέρχεται θαρσαλέως ὡς εὑρὼν τὸ ζητούμενον, ὡς τοῦ προπάτορος ἐν αὐτῷ θεωρήσας τὸ πάθος. Καὶ γὰρ ἐκεῖνον διὰ βρώσεως στερήσας τῆς ἀλύπου ζωῆς, ἱδρῶτι καὶ ταλαιπωρίᾳ καὶ θανάτῳ συνέζευξε· προσέρχεται τοίνυν λέγων· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Οὐκ ἂν δὲ τοῦτο πεποίηκεν, εἰ μὴ τὸ πάθος τῆς πείνης ὁ Σωτὴρ κατεδέξατο· καὶ τοῦτο μάθοι τις ἐκ τῶν μετὰ ταῦτα σαφῶς· ὡς γὰρ ἡττήθη παλαίσας, καὶ διὰ τῆς πείρας ἔμαθεν, ὅτι αὐτός ἐστιν ὃν οἱ προφῆται προεκήρυξαν ἅπαντες, οὐδὲ τὴν θέαν αὐτοῦ προσιόντος φέρειν ἐτόλμησεν, ἀλλ' εὐθὺς ἐδραπέτευσεν, νῦν μὲν βοῶν, «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» νῦν δὲ, «Οἶδά σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁρκίζω σε μή με βασανίσῃς.» Οὕτως ἐδεδοίκει, καὶ κριτὴν ὡμολόγει· τότε πρὸ τῆς πείρας οὐ τοιού-

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
