Ancient Greek
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini 75.1441
Not analysed yet
τοις ἐκέχρητο ῥήμασιν, ἀλλὰ θαῤῥῶν προσῄει λέγων· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Τῆς μὲν γὰρ ἄνωθεν ἐλθούσης φωνῆς ἤκουσα, φησὶ, τοῦτό σε καλεσάσης, ἀπιστῶ δὲ ἕως ἂν λάβω τὴν πεῖραν διδάσκαλον. Πεῖσόν με διὰ τῶν πραγμάτων, ὡς ὃ κέκλησαι, ἀληθῶς ὑπάρχεις. Ἂν γὰρ τοῦτο μάθω, φεύξομαι, καὶ δραπετεύσω, καὶ τὴν πρὸς σὲ παραιτήσομαι πάλην· οἶδα γὰρ ὅσον ἐμοῦ καὶ σοῦ τὸ διάφορον. Δεῖξον τοίνυν τὸ θαῦμα καὶ τὴν θαυματουργίαν, δίδαξον τὸν τοῦ θαύματος ποιητήν· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Τούτων ἀκούσας κρύπτει μὲν τὴν θεότητα, ἐκ δὲ τῆς ἀνθρωπείας διαλέγεται φύσεως· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ, λέγων, ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι διὰ στόματος ἐκπορευομένῳ Θεοῦ.» Δύναμαι, φησὶν, ἄνευ ἄρτου τραφῆναι. Οὐ μόνον γὰρ ἄρτοις ἡ τῶν ἀνθρώπων συγκροτεῖται ζωὴ, ἀλλὰ ῥῆμα Θεοῦ ἀρκεῖ πᾶσαν τῶν ἀνθρώπων διαθρέψαι τὴν φύσιν· οὕτως ὁ Ἰσραηλιτικὸς διετράφη λαὸς, τεσσαράκοντα ἔτη συλλέγων τὸ μάννα, καὶ θήρας ἀπολαύων ὀρνίθων πεπεδημένης βουλῇ Θεοῦ· καὶ Ἡλίας κόρακας ἑστιάτορας ἔσχε· καὶ Ἐλισαῖος ἀγρίοις λαχάνοις τοὺς θιασώτας διέθρεψε· καὶ τί με δεῖ τὰ παλαιὰ καταλέγειν; Ἰωάννης οὗτος ὁ ἔναγχος ἐν τῷ Ἰορδάνῃ βαπτίζων, πᾶσάν τε τὴν ἡλικίαν ἐν τῇ ἐρήμῳ διατελέσας, ἀκρίσι τρέφεται, καὶ μελιττῶν ἀγρίων καρπῷ· οὐδὲν τοίνυν ἀπεικὸς, καὶ ἡμᾶς ἀπὸ Θεοῦ ξένῃ ἑστιαθῆναι τροφῇ, καὶ ἄρτου μὴ δεηθῆναι. Τούτων ἀκούσας ὁ διάβολος, ἤλγησε μὲν ὡς ἡττηθεὶς, οὐκ ἀπηγόρευσε δὲ τὴν νίκην, ἀκούσας ὡς ἄνθρωπος εἴη· διὸ δευτέραν αὐτῷ καὶ τρίτην αὖθις πεῖραν προσάγει, πὴ μὲν λέγων, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἄνωθεν κάτω·» πὴ δὲ τὰς βασιλείας τῆς οἰκουμένης ὑποδεικνὺς, καὶ ταύτας ἀντιδώσειν ὑπισχνούμενος, εἰ πρότερον παρ' αὐτοῦ τὴν προσκύνησιν λάβοι· ὡς δὲ πάλιν αὐτὸν τῶν παλαιῶν νομίμων ἀνέμνησε, «Γέγραπται, λέγων, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» καὶ ἐδίδαξεν ὅτι οὐκ ἀνέξεται ἑτέρῳ τινὶ τὸ θεῖον γέρας προσενεγκεῖν, καὶ ἑτέρων δὲ ὑπομέμνησε ῥημάτων τοῦ Θεοῦ καὶ διδαγμάτων διαγορευόντων μὴ πειράζειν τὸν τῶν ὅλων Θεὸν, ὁ μὲν ἀπέδρα, τῆς ἥττης τὴν αἰσχύνην οὐ φέρων, καὶ δειλιῶν, καὶ τρέμων, καὶ τῆς τυραννίδος ἐκβληθήσεσθαι προσδοκῶν. Πάντα γὰρ αὐτοῦ κενώσας τὰ βέλη, καὶ πάσας αὐτοῦ τῆς ἀπάτης τὰς πάλας προσενεγκὼν, ἄτρωτον εὗρε καὶ ἀήττητον τὸν ἀθλητήν. Καὶ ὡς τῷ Ἀδὰμ προσελθὼν, οὐχ εὗρεν ὃν προσεδόκησεν· ἄγγελοι δὲ τῷ νικητῇ προσιόντες, οἳ πόῤῥωθεν ἑώρων τὴν πάλην, καθάπερ τινὲς ἐρασταὶ διηκόνουν, ἐχόρευον, εὐφήμουν τὸν ἀθλητὴν, ἐστεφάνουν, ἀνεκήρυττον, ἔχαιρον ἐπὶ τῇ τῶν ὁμοδούλων ἀνθρώπων ἐλευθερίᾳ, ἐγάννυντο τοῦ ἀντιπάλου τὴν ἧτταν ὁρῶντες. ΙΕʹ. Ὅτι εἰ νοῦν οὐκ ἀνέλαβεν, οὐδὲν πρὸς ἡμᾶς ἡ κατὰ τοῦ διαβόλου νίκη. Κατὰ τοῦ Ἀπολιναρίου. Ταῦτα τὴν Ἀπολιναρίου ἐλέγχει ματαιολογίαν, ὃς