# De incarnatione domini 75.1444

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1444

ἀντὶ νοῦ τὸν Θεὸν Λόγον ἐνοικῆσαι λέγει τῇ προσληφθείσῃ σαρκί. Εἰ γὰρ νοῦν οὐκ εἶχεν ἀνθρώπινον ἡ ἀναληφθεῖσα φύσις, Θεὸς μὲν ὁ πρὸς τὸν διάβολον ἀγωνισάμενος ἦν, Θεὸς δὲ ὁ τὴν νίκην ἀναδησάμενος· Θεοῦ δὲ νενικηκότος, ἐγὼ μὲν οὐδὲν ἀπωνάμην τῆς νίκης, ὡς οὐδὲν εἰς ταύτην εἰσενεγκών· ἀλλὰ καὶ τῆς ἐντεῦθεν εὐφροσύνης γεγύμνωμαι, ὡς ἐπὶ τροπαίοις γαυριῶν ἀλλοτρίοις· ὁ δὲ διάβολος αὐχεῖ, καὶ κομπάζει, καὶ μέγα φρονεῖ, καὶ σεμνύνεται, ὡς Θεῷ παλαίσας, καὶ ὑπὸ Θεοῦ ἡττηθείς· μέγα γὰρ αὐτῷ καὶ τὸ ἡττηθῆναι ὑπὸ Θεοῦ· ὅτι εἰ ὁ Θεὸς Λόγος ἦν ἀντὶ νοῦ ἐν τῷ ληφθέντι, καὶ ὁ διάβολος δικαιολογίαις χρήσαιτο ἂν εὐλόγοις, καὶ εἴποι ἂν εἰκότως· Ἐγὼ, Δέσποτα καὶ ποιητὰ τῶν ὅλων, οὐ πρὸς σὲ τὴν μάχην ἀνεδεξάμην· οἶδα γάρ σου τὴν ἀξίαν, ἐπίσταμαι τὴν ἐξουσίαν, γινώσκω τὴν δεσποτείαν. Ὁμολογῶ τὴν δουλείαν, εἰ καὶ ἀποστασίαν νοσῶ· παραχωρῶ δὲ καὶ ἀγγέλοις τῆς νίκης, καὶ πᾶσι τοῖς οὐρανίοις δήμοις, ὧν ποτε καὶ ὁ ταλαίπωρος εἷς ὑπῆρχον ἐγώ· τὴν δὲ μάχην πρὸς τοῦτον ἀνεδεξάμην, ὃν ἀπὸ πηλοῦ μὲν διέπλασας, κατ' εἰκόνα δὲ σὴν ἐποίησας, καὶ ἐτίμησας τῷ λόγῳ, καὶ παραδείσου πολίτην κατέστησας, καὶ γῆς καὶ θαλάττης δεσπότην ἀπέφηνας· τοῦτον μέχρι τῆς σήμερον ἡμέρας νικῶν, καὶ βάλλων, καὶ τῷ θανάτῳ παραπέμπων διατελῶ· τοῦτον εἰς τὸ στάδιον ἀγαγὼν, καὶ παλαίειν ἐμοὶ κελεύσας, γενοῦ θεατὴς αὐτὸς καὶ τῶν παλαισμάτων ἀγωνοθέτης· εἰ δὲ βούλει καὶ τὰ παιδοτρίβου ποιεῖν, δίδαξον παλαίειν, ὑπόδειξον αὐτῷ τὰς τῆς νίκης λαβὰς, ἄλειψον ὡς θέλεις, μόνον μὴ συμμαχήσῃς παλαίοντι. Οὐ γὰρ οὕτω θρασὺς ἐγὼ, καὶ τοῦ φρονεῖν ἐξεστηκὼς, ὡς σοὶ τῷ Ποιητῇ παλαίειν ἐπιχειρῆσαι. Ταῦτα ἂν εἶπεν ὁ διάβολος δικαίως πρὸς τὸν Σωτῆρα Χριστὸν, εἴπερ οὐκ ἄνθρωπος ἦν, ἀλλὰ Θεὸς, ὁ ἀντὶ ἀνθρώπου παλαίων. Εἰ γὰρ νοῦς ἀνθρώπινος οὐκ ἦν ἐν αὐτῷ, Θεὸς ἀντὶ νοῦ ὑπάρχων τὰ τῷ νῷ ἐνήργει προσήκοντα· Θεὸς μὲν ἦν ὁ τῷ σώματι συμπεινάσας, Θεὸς δὲ ὁ διψήσας, καὶ κοπιάσας, καὶ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπομείνας παθήματα. Εἰ δὲ Θεὸς ὁ παλαίσας, καὶ νικήσας, κἀγὼ τοῦ νίκους ἐστέρημαι, Θεὸς δὲ ὁ τὴν δικαιοσύνην ἅπασαν κατορθώσας. Εἴπερ, ὥς φασιν οἱ τῆς Ἀπολιναρίου τερθρείας ὁμολογηταὶ, ἐπειδὴ ἀδύνατον ἦν καὶ ἐν ἀνθρωπίνῳ [νοῒ] πληρῶσαι τῆς δικαιοσύνης τοὺς νόμους, οὐκ ἀνελάβετο τοῦτον ὁ Θεὸς Λόγος. Ιϛʹ. Ὅτι οἱ ἁμαρτάνοντες ἀπολογίαν ἔχουσιν, εἰ ὡς ἀσθενῆ τὸν νοῦν οὐκ ἀνέλαβεν ὁ Θεὸς Λόγος. Τοῦτο δὲ λέγοντες, πρῶτον μὲν ἀδυναμίαν προσάπτουσιν οὐ τὴν τυχοῦσαν αὐτῷ τῷ Θεῷ, εἴπερ, ὥς φασιν, οὐχ οἷόν τε ἦν τοῦ νοῦ τοῦ ἀνθρωπίνου συνόντος δικαιῶσαι τὸν ἄνθρωπον. Ἔπειτα δὲ καὶ πᾶσι τοῖς ἁμαρτάνουσι, καὶ τοὺς θείους νόμους παραβαίνουσιν, ἀπολογίας ὑπανοίγουσι θύραν. Εἴποιεν γὰρ εἰκότως πρὸς τὸν τῶν ὅλων Θεόν· Οὐκ ἀσύγνωστα, Δέσποτα, πεπλημμελήκαμεν, οὐδὲ τιμωρίας ἄξια, νοῦν ἡγεμόνα λαβόντες ἀσθενῆ, καὶ φυλάττειν τοὺς σοὺς

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
