Ancient Greek
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini 75.1445
Not analysed yet
οὐ δυνάμενον νόμους. Καὶ μαρτυροῦσι πατριάρχαι, καὶ προφῆται, καὶ τῶν θεοφιλῶν ἀνθρώπων τὰ τάγματα, τῶν τε πρὸ τοῦ νόμου, καὶ τῶν μετὰ τὸν νόμον, οἱ ἐν ἀζυγίᾳ, οἱ ἐν ζυγῷ, οἱ ἐν πλούτῳ, οἱ ἐν ἀκτησίᾳ πληρῶσαί σου τὰς ἐντολὰς μὴ δυνηθέντες διὰ τοῦτον· καὶ ταῦτα τῷ παναγίῳ σου Πνεύματι βοηθούμενοι. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Αὐτὸς, ὦ Δέσποτα, ἐν σαρκὶ παραγέγονας, καὶ σάρκα μὲν ἡμετέραν ἀνέλαβες, τὸν δὲ νοῦν ὡς κωλύοντα τῆς ἀρετῆς τὴν κτῆσιν, καὶ τῆς ἁμαρτίας τὴν ἀπάτην ῥᾳδίως ὑποδεχόμενον ἀπέῤῥιψας, καὶ οὐκ ἠνέσχου λαβεῖν· γέγονας δὲ ἀντὶ νοῦ τῇ σαρκὶ, καὶ τῷ τρόπῳ τούτῳ τὴν δικαιοσύνην κατώρθωσας. Τούτῳ τῷ τρόπῳ τὴν ἁμαρτίαν νενίκηκας. Θεὸς γὰρ ὑπάρχεις, βουλῇ ποιῶν τὸ δοκοῦν, νεύματι μετασκευάζων τὰ πράγματα. Ἡμεῖς δὲ νοῦν ἔχοντες τὸν ἀνθρώπινον, ὃν ἀναλαβεῖν οὐκ ἠθέλησας, ἀναγκαίως ὑπὸ τὴν ἁμαρτίαν τυγχάνομεν, τοῖς σοῖς ἀκολουθῆσαι ἴχνεσιν οὐκ ἰσχύσαντες. Τί γὰρ νοῦς ἀνθρώπινος πρὸς Θεοῦ δυνάμιν καὶ Θεοῦ σοφίαν, καὶ φῶς, καὶ δικαιοσύνην, καὶ ζωὴν, καὶ τὰς ἄλλας ἐνεργείας τῆς σῆς οὐσίας, αἳ καθάπερ ἀκτῖνες καὶ λαμπηδόνες ἐκ τῆς σῆς ἀνίσχουσι φύσεως; Ταῦτ' ἂν εἰκότως εἴποιεν οἱ τῇ ἁμαρτίᾳ δουλεύειν αἱρούμενοι, εἴπερ ὁ Θεὸς Λόγος ἀληθῶς ἂν συνανέλαβεν ἄνθρωπον, τούτῳ τῷ τρόπῳ μηχανησάμενος τὸ ἀναμάρτητον. ΙΖʹ. Κατασκευὴ, ὅτι εὔλογος ἡ τοῦ νοῦ ἀνθρωπίνου ἀνάληψις. Ἀλλὰ τὴν μὲν ἀδολεσχίαν ἐκείνων καταλίπωμεν ἐπὶ τοῦ παρόντος· ἡμεῖς δὲ ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν, καὶ δείξωμεν τὴν τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν ἀναγκαίως γεγενημένην. Ἐπειδὴ γὰρ ἅπας ὁ ἄνθρωπος ἠπατήθη, καὶ ἅπας ὑπὸ τὴν ἁμαρτίαν ἐγένετο, καὶ πρὸ τοῦ σώματος δὲ τὴν ἀπάτην ὁ νοῦς ὑπεδέξατο· ἡ τοῦ νοῦ γὰρ πρότερον συγκατάθεσις τὴν ἁμαρτίαν σκιαγραφεῖ, εἶθ' οὕτως διὰ τῆς ἐνεργείας τὸ σῶμα ταύτην μορφοῖ, εἰκότως ὁ Δεσπότης Χριστὸς τὴν πεπτωκυῖαν φύσιν ἀναστῆσαι βουλόμενος, πᾶσι χεῖρα ὀρέγει, καὶ κειμένην ἐγείρει τὴν σάρκα, φημὶ, καὶ τὸν νοῦν, ὃς ἐγεγόνει κατ' εἰκόνα τοῦ Κτίσαντος· ἀόρατός τε γάρ ἐστι, καὶ ἀθέατος, ἀνέφικτος τε καὶ ἀκατάληπτος, οὐδ' ἑαυτὸν ἐπιστάμενος, πρὸς δὲ τούτοις καὶ ἀπερίγραφος· εἴπερ εἰς τὴν τῶν λογισμῶν ἀποβλέψαιμεν φαντασίαν, ἡγεμονίᾳ τε καὶ ἐξουσίᾳ τετιμημένος, τέχναις καὶ ἐπιστήμαις κεκοσμημένος, βραχύς τις καὶ νέος δημιουργὸς, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, τοῦ Δημιουργοῦ μιμητὴς, βασιλεὺς τῆς ὁρωμένης κτίσεως, ἢ βασιλέως εἰκὼν, φόρους συλλέγων ἐκ γῆς, ἐκ θαλάττης, ἐξ ἀέρος, ἐξ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, ἐξ οὐρανοῦ καὶ νεφῶν, ἐκ προβάτων καὶ βοῶν καὶ τῶν ἄλλων κτηνῶν, μᾶλλον δὲ πάντας αὐτῶν τοὺς καρποὺς δρεπόμενος· δι' αὐτὸν γὰρ ἐγένετο τὰ ὁρώμενα· Θεὸς γὰρ τούτων ἀπροσδεής. Οὔκουν ἠτίμασε τὸν οὕτω τίμιον, τὸν θεραπείας δεόμενον· οὐδὲ τὸ φθειρόμενον, καὶ νόσῳ καὶ γήρᾳ δουλεῦον καὶ θανάτῳ ἀνέλαβε, τὸ δὲ λογικὸν καὶ ἀθάνατον καὶ κατ' εἰκόνα γεγενημένον ὑπερεῖδε, καὶ ταῦτα κακῶς, ὥς φασι, διακείμενον· ἀλλὰ πᾶσαν τὴν φύσιν παλαιωθεῖ-