# De incarnatione domini 75.1448

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1448

σαν ἐνεοποίησε. Καὶ τὸ μὲν αὐτῆς καινὸν ἀπειργάσατο, τὸ δὲ πεπαλαιωμένον καὶ διεφθαρμένον ἀνίατον εἴασε; καὶ ταῦτα τιμιώτατον ὑπάρχον, καὶ ἀθανασίᾳ τετιμημένον, καὶ λόγῳ κεκοσμημένον, καὶ τῆς τῶν νοητῶν μοίρας τυγχάνον· τῶν ἀτοπωτάτων γὰρ τὸ μὲν σῶμα τὸ πήλινον, καὶ χοϊκὸν, καὶ πάθεσι συνεζευγμένον, καὶ προσληφθῆναι, καὶ ἀναληφθῆναι, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθιδρυνθῆναι· τὸν δὲ νοῦν τὸν ἀόρατον, τὸν ἀθάνατον, τὸν ἡγεμόνα τοῦ ζώου, τὸν κατ' εἰκόνα θείαν γεγενημένον, τὸν ἀφθαρσίᾳ τετιμημένον, τὸν τοῦ σώματος ἡνίοχον καὶ κυβερνήτην καὶ μουσικὸν, δι' ὃν οὐκ ἄλογος ἡ ἀνθρωπεία φύσις, ἀλλὰ σοφίας καὶ τέχνης καὶ ἐπιστήμης ἀνάπλεως, τοῦτον ἀπεῤῥίφθαι κάτω, καὶ τῆς τοῦ σώματος μὴ μεταλαγχάνειν τιμῆς· δι' ὃν τὸ σῶμα τῆς λογικῆς ἐγένετο κτίσεως· δι' ὃν νομοθεσίαι, καὶ προφητεῖαι· δι' ὃν ἀγῶνες, καὶ πάλαι, καὶ νίκαι, καὶ ἀναῤῥήσεις, καὶ στέφανοι· δι' ὃν καὶ τὸ σῶμα τὸ συναθλοῦν, ἆθλον τῶν πόνων ἔχει τὴν τῶν οὐρανῶν βασιλείαν· δι' ὃν καὶ αὐτὴ τοῦ Σωτῆρος ἡμῶν ἡ παρουσία γεγένηται, καὶ τὸ τῆς οἰκονομίας ἐπραγματεύθη μυστήριον· οὐ γὰρ ὑπὲρ ἀψύχων ἢ ἀνοήτων τὰ σωτήρια κατεδέξατο πάθη, οὐδ' ὑπὲρ ἀλόγων κτηνῶν ἢ λίθων ψυχῆς ἐστερημένων, ἀλλ' ὑπὲρ ἀνθρώπων ψυχὴν ἀθάνατον ἔνοικον κεκτημένων. ΙΗʹ. Λύσις τῶν αἱρετικῶν προβλημάτων. Ἀλλ' ὁ τὸν ὕθλον προτιμήσας τῆς ἀληθείας Ἀπολινάριος, καὶ τῶν εὐσεβῶν δογμάτων τὴν οἰκείαν προτάξας ἀδολεσχίαν, τὴν μὲν σάρκα τὸν Θεὸν Λόγον ἀνειληφέναι φησὶ, καὶ ταύτῃ καθάπερ τινὶ παραπετάσματι χρήσασθαι· τοῦ δὲ νοῦ μὴ δεηθῆναι, αὐτὸν δὲ ἀντὶ νοῦ γενέσθαι τῷ σώματι. Ἀλλ', ὦ βέλτιστε, εἴποι τις ἂν πρὸς αὐτὸν, οὐδὲ τοῦ σώματος ὁ Θεὸς Λόγος ἔχρῃζεν, ἀπροσδεὴς γάρ· ἠδύνατο δὲ καὶ μόνῳ προστάγματι τὴν ἡμετέραν πραγματεύσασθαι σωτηρίαν· ἀλλ' ἠθέλησεν ἔχειν τινὰ καὶ ἡμᾶς εἰς τὸ κατορθούμενον κοινωνίαν, οὗ χάριν λαβὼν φύσιν τὴν ἡμαρτηκυῖαν, πόνοις αὐτὴν οἰκείοις δικαιώσας, τῶν τε πικρῶν τυράννων ἀπήλλαξεν ἁμαρτίας, καὶ διαβόλου, καὶ θανάτου, καὶ τῶν ἐπουρανίων θρόνων ἠξίωσε, καὶ διὰ τοῦ ληφθέντος παντὶ τῷ γένει τῆς ἐλευθερίας μετέδωκεν· ἀλλ' οὐδὲν τούτων εἰς νοῦν λαβὼν ὁ σοφώτατος τὸν μεγαλοφωνότατον κήρυκα τῆς θεολογίας, τὸν εὐαγγελιστὴν Ἰωάννην, μάρτυρα τῆς οἰκείας ἀνοίας ἔχειν ἡγεῖται· «Ὁ Λόγος γὰρ, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν·» καὶ ταῦτα σαφῶς εἰδὼς, ὡς πολλαχοῦ τὸ πᾶν ἀπὸ μέρους ἡ θεία Γραφὴ προσαγορεύει, καὶ πὴ μὲν ἀπὸ τῆς ψυχῆς πάντα καλεῖ τὸν ἄνθρωπον, πὴ δὲ ἀπὸ τῆς σαρκὸς ὅλον τὸ ζῶον δηλοῖ· «Πᾶσαι γὰρ αἱ ψυχαὶ, αἱ εἰσελθοῦσαι, φησὶν, ἅμα Ἰακὼβ εἰς Αἴ-

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
