# De incarnatione domini 75.1453

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1453

λογικὴ καὶ τοῦ ζώου τὴν ἡγεμονίαν πεπιστευμένη, οὐ κατελείφθη εἰς ᾅδου, ἀλλὰ πρὸς τὴν οἰκείαν ἐπανῆκε σάρκα· καὶ μάτην ἀδολεσχοῦσιν, ἄψυχον ἢ ἄνουν τοῦ Θεοῦ Λόγου τὸν ναὸν προσαγορεύοντες. Ἡμεῖς δὲ Πέτρῳ ἑψόμεθα, καὶ σάρκα κηρύττοντι μὴ δεξαμένην διαφθορὰν, καὶ ψυχὴν μὴ καταλειφθεῖσαν εἰς ᾅδου, ἀλλ' ἐπανελθοῦσαν καὶ τῷ οἰκείῳ σώματι συναφθεῖσαν· πιστεύομεν δὲ καὶ αὐτῷ τῷ Κυρίῳ λέγοντι· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Τῆς γὰρ λύπης τὴν αἴσθησιν τὸ ἐν ἡμῖν λογικὸν ὑποδέχεται· εἰ δὲ ἀντὶ νοῦ ὁ Θεὸς Λόγος ὑπάρχων, τὰ τοῦ νοῦ κατεδέχετο πάθη, αὐτὸς ἦν ὁ λυπηθεὶς, καὶ φοβηθεὶς, καὶ ἀγνοήσας, καὶ ἀγωνιάσας, καὶ ἀγγελικῇ συμμαχίᾳ ῥωσθείς· εἰ δὲ καὶ ταῦτα φήσουσιν οἱ τῆς Ἀπολιναρίου ματαιολογίας κληρονόμοι, μετὰ Ἀρείου καὶ Εὐνομίου τῶν χριστομάχων ταχθήτωσαν· ὧν γὰρ ἴση ἡ βλασφημία, τούτων μίαν εἶναι τὴν ἑταιρίαν δίκαιον· ἡμεῖς δὲ ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ.» Ἐκ γὰρ τῶν λόγων τούτων μαθησόμεθα, ὡς ἕτερος μὲν ὁ τιθεὶς, ἕτερον δὲ τὸ τιθέμενον· καὶ Θεὸς μὲν ὁ τιθεὶς καὶ λαμβάνων, ψυχὴ δὲ ἡ τιθεμένη καὶ λαμβανομένη· καὶ Θεὸς μὲν τὴν ἐξουσίαν ἔχων, ψυχὴ δὲ ἡ ὑπὸ τὴν ἐξουσίαν ἐκείνην τεταγμένη. Κʹ. Ὅτι οἱ προφῆται τελείως τὴν φύσιν ἀναληφθῆναι θεσπίζουσι. Τούτοις συνῳδὰ καὶ Ἡσαΐας ὁ προφήτης θεσπίζει βοῶν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,» ὅ ἐστι μεθερμηνευόμενον, κατὰ τὴν τῶν Εὐαγγελίων διδασκαλίαν, Μεθ' ἡμῶν ὁ Θεός· τὸ δὲ, Μεθ' ἡμῶν ὁ Θεὸς, μετὰ ἀνθρώπων ἑρμηνεύει Θεόν· εἰ τοίνυν τὸ κύημα τῆς Παρθένου ταύτην ἔλαβε τὴν προσηγορίαν, εὔδηλον ὡς ὁ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ἦν· τὸ μὲν ὑπάρχων, τὸ δὲ λαβὼν, καθ' ἑκάτερον τέλειος· διὰ μὲν γὰρ τοῦ, «Μεθ' ἡμῶν,» τοῦ ἀνθρώπου τὸ τέλειον δείκνυται· τελείως γὰρ ἡμῶν ἕκαστος ἔχει τοῦ ἀνθρώπου τὴν φύσιν· διὰ δὲ τοῦ, «Θεὸς,» καὶ τῆς προσθήκης τοῦ ἄρθρου, ἡ τοῦ Υἱοῦ θεότης γνωρίζεται· καὶ τούτου διδάσκαλος ὁ μακάριος Παῦλος λέγων· «Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς·» καὶ ὁ θεόληπτος δὲ Λουκᾶς ὁ εὐαγγελιστὴς ἐναργῶς ἡμῖν δείκνυσι τὸν νοῦν τὸν ἀνθρώπινον τοῦ Σωτῆρος Χριστοῦ· «Τὸ παιδίον γὰρ, φησὶν, ηὔξανε, καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτῷ.» Καὶ μετ' ὀλίγα· «Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Τὸ δὲ σοφίᾳ προκόπτειν, οὐ Θεοῦ τοῦ σοφοῦ, τοῦ ἀπροσδεοῦς, καὶ ἀεὶ τελείου, καὶ μήτε ἐπίδοσιν, μήτε ἐλάττωσιν δεχομένου, ἀλλὰ τοῦ νοῦ τοῦ ἀνθρωπίνου, τοῦ ταῖς ἡλικίαις συμπροϊόντος, καὶ δι-

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
