Ancient Greek
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini 75.1456
Not analysed yet
δασκαλίας δεομένου, καὶ τέχνης καὶ ἐπιστήμης δεκτικοῦ, καὶ κατὰ βραχὺ τά τε ἀνθρώπινα καὶ τὰ θεῖα γνωρίζοντος. ΚΑʹ. Ἀπόδειξις ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς τῆς τῶν φύσεων διακρίσεως, καὶ τῆς τοῦ Λόγου ἑνώσεως. Σαφέστερον δ' ἄν τις ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς τὴν θείαν φύσιν καὶ τὴν ἀνθρωπείαν κατίδοι, ταῖς ἐνεργείαις μὲν διῃρημένας, τῷ προσώπῳ δὲ συνημμένας, καὶ τὸν ἕνα ὑποδεικνύσας Υἱόν. Οὐχ ἥκιστα δὲ καὶ τῆς Ἐπιστολῆς τὸ προοίμιον, ταύτην ἔχει τὴν διδασκαλίαν. Εἶπε γὰρ ὁ θεσπέσιος Παῦλος· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.» Καὶ δείξας αὐτὸν ὑπέρχρονον καὶ προαιώνιον (δι' αὐτοῦ γὰρ, φησὶν, καὶ τοὺς αἰῶνας ἐποίησεν), ἐπήγαγεν· «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοῖς κεκληρονόμηκεν ὄνομα.» Ἐναντίον δὲ τοῦ γενέσθαι, τὸ εἶναι· ὁ γὰρ ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, οὐ γίνεται κρείττων ἀγγέλων, ἀλλ' ἔστιν ἀγγέλων οὐ κρείττων μόνον, ἀλλὰ καὶ Ποιητὴς, καὶ Δεσπότης· εἰ δὲ ἐναντίον τοῦ εἶναι τὸ γενέσθαι, δι' ἐκείνου μὲν τὸν ἀεὶ ὄντα νοήσομεν, διὰ τούτου δὲ τὸ ἐξ ἡμῶν ἀναληφθὲν, καὶ κρεῖττον τῶν ἀγγέλων γεγενημένον, διὰ τὴν πρὸς τὸν ἀνειληφότα ἕνωσιν· πάλιν μετ' ὀλίγα, πρὸς μὲν τὸν Υἱόν φησιν· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Ὁ δὲ Θεὸς, καὶ μετὰ τοῦ ἄρθρου προσαγορευθεὶς Θεὸς, καὶ τὸν θρόνον ἔχων εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πῶς ἂν ὑπὸ τοῦ Θεοῦ χρισθείη; Πῶς ἂν χειροτονητὴν λάβοι βασιλείαν, φυσικὴν ἔχων βασιλείαν; «Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Οὐκοῦν ἐναντίον τὸ εἶναι βασιλέα τοῦ εἰς βασιλέα χρισθῆναι, διὰ τὸ ἀγαπῆσαι δικαιοσύνην, καὶ μισῆσαι ἀνομίαν. Πόνων γὰρ ἆθλον ἡ τοιαύτη βασιλεία. Οὐκοῦν πάλιν τὸν μὲν Θεὸν, οὗ ὁ θρόνος εἰς αἰῶνα αἰῶνος, τὸν ἀεὶ ὄντα νοήσομεν· τὸν δὲ ὕστερόν ποτε χρισθέντα διὰ τὸ περὶ τὴν ἁμαρτίαν μῖσος, καὶ τὴν ἀγαπηθεῖσαν ὑπ' αὐτοῦ δικαιοσύνην, τὸ ἐξ ἡμῶν ληφθὲν, τὸ ἐκ Δαβὶδ, τὸ ἐξ Ἀβραὰμ, τὸ μετόχους ἔχον, οἷς πλεονεκτεῖ τῷ χρίσματι, ἐν ἑαυτῷ δεξάμενον πάντα τὰ χαρίσματα τοῦ παναγίου Πνεύματος· ἐν ἑκατέρᾳ δὲ φύσει τὸν ἕνα Υἱὸν προσκυνήσωμεν Καὶ αὖθις δὲ ὁ μακάριος Παῦλος τὸν Δαβὶδ καλέσας εἰς μαρτυρίαν λέγοντα· «Κύριε, τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν·» ἐπ-