# De incarnatione domini 75.1460

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1460

ραμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. Ἕτερον τοίνυν τὸ τοῦ Ἀβραὰμ σπέρμα παρὰ τὸν ἐπιλαμβανόμενον τούτου.» Σπέρμα δὲ Ἀβραὰμ οἶδεν ὁ μακάριος Παῦλος τὸν Σωτῆρα Χριστὸν κατὰ σάρκα· «Οὐ γὰρ εἶπε, φησὶ, Καὶ τοῖς σπέρμασί σου, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.» Καὶ τὸ πειραθῆναι δὲ καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας, οὐ τοῦ Θεοῦ Λόγου ἴδιον, ἀλλὰ τοῦ ἀναληφθέντος σπέρματος. ΚΒʹ. Ὅτι Ἰησοῦς καὶ Θεὸς Λόγος καὶ ἄνθρωπος λέγεται. Οὕτως ὁ θειότατος Παῦλος, διὰ πάσης τῆς Ἐπιστολῆς, τάς τε τῶν φύσεων ἰδιότητας, καὶ τοῦ προσώπου κηρύττει τὴν ἕνωσιν· διὸ Ἰησοῦν Χριστὸν καὶ ἄνθρωπον καὶ Θεὸν προσαγορεύει· «Εἷς γὰρ, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.» Καὶ πάλιν Τιμοθέῳ γράφων· «Εἷς μεσίτης, φησὶ, Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς·» καὶ ἐν αὐτῇ δὲ τῇ πρὸς Ἑβραίους· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·» καὶ ἄλλας δ' ἄν τις ἐθελήσας εὕροι μυρίας μαρτυρίας ἐκ τῆς θείας Γραφῆς τὸν τέλειον ἄνθρωπον κηρυττούσας, καὶ τῶν αἱρετικῶν ἐλεγχούσας τὴν ἄνοιαν. Ἀλλ' ἡμῖν οὐ σχολὴ ταῦτα συλλέγειν ἐπὶ τοῦ παρόντος. Τοῖς φιλοπόνοις τοίνυν τὸν πόνον τοῦτον καταλιπόντες, ἡμεῖς τῆς προκειμένης πραγματείας ἐχώμεθα. ΚΓʹ. Περὶ τῆς ἀῤῥήτου τῆς Παρθένου γεννήσεως. Τοιγαροῦν τὴν οἰκείαν εἰκόνα πολεμουμένην οἰκτείρας ὁ Ποιητὴς, καὶ θανάτῳ παραπεμπομένην, ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, οὐ τὸν τόπον ἀμείψας, οὐδ' ἑτέρωσε μεταβάς· πληροῖ γὰρ τὰ σύμπαντα, μᾶλλον δὲ ἄπειρός ἐστι, καὶ ἀχώρητος, καὶ πάντα ἔχων, κατὰ τὸν προφήτην, ἐν τῇ χειρί. «Τίς γὰρ, φησὶν, ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Καὶ πάλιν ὁ Δαβίδ· «Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς.» Καὶ αὐτὸς δὲ ὁ Θεὸς διὰ τοῦ προφήτου· «Ὁ οὐρανός μου θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Οὐκοῦν τὴν κατάβασιν νοήσωμεν συγκατάβασιν· ἔκλινε τοίνυν οὐρανοὺς, καὶ κατέβη, καὶ παρθενικὴν ἐκλεξάμενος νηδὺν κόρης ἁγίας καὶ εὐσεβείᾳ συντεθραμμένης, δι' ἀγγελικῆς φωνῆς τὸν τόκον προμηνυσάσης, καὶ τῆς συλλήψεως τὸν τρόπον προερμηνευσάσης, καὶ τῆς παρθενίας τὸν φόβον τῇ ἑρμηνείᾳ λυσάσης, εἰσοικίζεταί τε, καὶ ναὸν ἑαυτῷ κατασκευάζει, καὶ τὴν ἄσπαρτον, καὶ ἀνήροτον σκηνὴν διαπλάττει· ἐπειδὴ ὁ πρώτως δουλεύσας τῇ ἁμαρτίᾳ, ἀπάτωρ ἐτύγχανε, μητέρα δὲ μόνην εἶχε τὴν γῆν· «Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον.» Διὸ καὶ ὁ μακάριος Παῦλός φησιν· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ.» Τούτου χάριν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκ μόνης Παρθένου τὰς ἀφορμὰς λαβὼν τῆς διαπλάσεως, καὶ τούτῳ τῷ τρόπῳ τὸν ἀγεώργητον δημιουργήσας ναὸν, καὶ ἑαυτῷ συνάψας, πρόεισιν ἐκ τῆς Παρθένου, οὐ λύσας τῇ συλλήψει τὴν

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
