# De incarnatione domini 75.1461

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1461

παρθενικὴν ζώνην, οὐ τῇ γεννήσει διαῤῥήξας, ἀλλ' ἀκήρατον καὶ ἀνέπαφον διαφυλάξας, καὶ τὸ μέγα τοῦτο καὶ ἄῤῥητον θαῦμα θαυματουργήσας· μέγα γὰρ τῷ ὄντι καὶ ἀνερμήνευτον, καὶ λόγου δύναμιν ὑπερβαῖνον, βότρυν ἰδεῖν ἐκ γῆς ἄνευ κλημάτων βλαστήσαντα, σῖτον ἄνευ σπερμάτων φύντα, χιτῶνα χωρὶς νημάτων καὶ χειρῶν ὑφαντικῶν ὑφασμένον, ἄρτον οὐ μύλῃ καὶ χερσὶ καὶ πυρὶ δημιουργηθέντα, ἀλλ' ἀῤῥήτως ἐκ παρθενικῶν ἀλεύρων γεγενημένον, καὶ τὴν οἰκουμένην καλύψαντα· πρὸς δὲ τούτοις, Παρθένον οἰκείῳ βρέφει θηλὴν ὀρέγουσαν, καὶ γάλακτος χορηγοῦσαν πηγὰς, καὶ μητέρα γενομένην τὴν γάμου νόμον οὐ δεξαμένην, μητέρα γενομένην τὴν πῶς γίνεται μήτηρ οὐκ ἐπισταμένην, μητέρα γενομένην τὴν γυναῖκα πρότερον οὐ γενομένην, ἀλλ' ἐν παρθενίᾳ καὶ τὸν ὄγκον τῆς γαστρὸς ἐπιδεικνῦσαν, καὶ τὸν καρπὸν ἐν ταῖς χερσὶ περιφέρουσαν, καὶ τὰ μητρὸς ἐργαζομένην, σωζομένης τῆς παρθενίας, καὶ παρθένον μητέρα καλουμένην, καὶ τἀναντία ὀνόματά τε καὶ πράγματα κατὰ ταὐτὸν συνάγουσαν. ΚΔʹ. Ἐν κεφαλαίῳ διήγησις τῆς μετὰ τὴν γέννησιν τοῦ Χριστοῦ πολιτείας. Οὕτως τεχθεὶς ὁ Δεσπότης Χριστὸς (οὐ γὰρ εὐαγὲς μετὰ τὸν τόκον ἢ Θεὸν Λόγον μόνον αὐτὸν προσαγορεύειν, ἢ ἄνθρωπον γεγυμνωμένον θεότητος, ἀλλὰ Χριστὸν, ὃ ἑκατέραν φύσιν τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν δηλοῖ), πάντως τὰ ἡμέτερα πλὴν τῆς ἁμαρτίας καταδέχεται πάθη, σπαργανοῦται παραπλησίως τοῖς βρέφεσι, καὶ γάλακτι τρέφεται, καὶ τιθηνεῖται, καὶ χερσὶ περιφέρεται, καὶ κόλποις ἐντίθεται, καὶ κατὰ νόμον περιτέμνεται, καὶ καθαρσίοις θυσίαις καθαίρεται, ἡ καινὴ καὶ μόνη τῆς οἰκουμένης θυσία, ὁ τοῦ κόσμου τὴν ἁμαρτίαν ἄρας Ἀμνός· ὑπὸ τοῦ Συμεὼν προσκυνεῖται, καὶ Σωτὴρ ὁμοῦ καὶ Δεσπότης προσαγορεύεται· φεύγει τὸν Ἡρώδην μετὰ τῆς μητρὸς καὶ τοῦ κηδεμόνος, καταλαμβάνει τὴν Αἴγυπτον, ἐπανέρχεται πάλιν, ἀγωνιᾷ, εἰς τὴν Ναζαρὲτ παραγίνεται, ἡλικίᾳ καὶ σοφίᾳ προκόπτει, τοῖς γονεῦσιν ὑποτάσσεται, πάσης τιμῆς ἀξιοῖ οὐ μόνον τὴν μητέρα, ἀλλὰ καὶ τὸν τῆς μητρὸς πάλαι μὲν μνηστῆρα, μετὰ ταῦτα δὲ κηδεμόνα καὶ φύλακα, τὰς ἐννόμους ἑορτὰς ἑορτάζει, τῷ ἱερῷ προσεδρεύει, τὴν Ἰουδαϊκὴν ἐλέγχει παχύτητα· καὶ τοῦτο ποιεῖ δύο καὶ δέκα γεγονὼς μόνον ἔτη τέως μετὰ τὸν τόκον· ἐπιζητεῖται παρὰ τῶν προσηκόντων, ἀπολειφθεὶς ἐγκαλεῖται παρὰ τῆς μητρὸς, ἀπολογεῖται, καὶ ἠρέμα πως παραγυμνοῖ τὴν θεότητα. «Οὐκ οἴδατε γὰρ, φησὶν, ὅτι ἐν τοῖς οἰκείοις τοῦ Πατρός μου δεῖ εἶναί με;» Δεικνὺς ὡς οὐ μόνον ἐστὶ τὸ ὁρώμενον, ἀλλὰ καὶ Θεὸς ἐν τῷ ὁρωμένῳ κρυπτόμενος, ὑπέρχρονος καὶ προαιώνιος ἐκ τοῦ Πατρὸς προελθών· καὶ ἵνα συντόμως εἴπω, παραγίνεται πρὸς Ἰωάννην βαπτίζοντα, πείθει βαπτίσαι παραιτούμενον, προτυποῖ τὸ ἡμέτερον ἐν τῷ Ἰορ-

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
