# De incarnatione domini 75.1464

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1464

δάνῃ βάπτισμα, δίδωσι τέλος τῷ νόμῳ, καὶ τὴν θύραν ὑπανοίγει τῆς χάριτος, ὑπὸ τοῦ Πατρὸς οὐρανόθεν ἀνακηρύττεται, τῇ παρουσίᾳ τοῦ Πνεύματος δείκνυται, ἀνάγεται εἰς τὴν ἔρημον ὡς εἰς ἁρμοδίαν τινὰ παλαίστραν ὑπὸ τοῦ Πνεύματος, καὶ νηστεύει μὲν, οὐ πέρα δὲ τῶν μέτρων τῆς φύσεως, καὶ τροφῆς μὲν ἐφίεται, ἀλλὰ κρατεῖ τῆς ὀρέξεως, οὐ δουλεύει ταῖς ἡδοναῖς· καὶ καλεῖ μὲν τῇ πείνῃ τὸν ἀντίπαλον εἰς τὴν πάλην, περιγίνεται δὲ αὐτοῦ ἀνθρωπίνῃ φιλοσοφίᾳ, ἀλλ' οὐκ ἐξουσίᾳ θεότητος, ἀγωνίζεται, καταγωνίζεται, νικᾷ, ἐξελαύνει, τὴν τυραννίδα καταλύει, τὸ ἀσθενὲς ἐλέγχει, τὴν ἧτταν κηρύττει· «Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον·» προτρέπει πάντας εἰς ἀρετὴν, τὴν νομοθεσίαν τῶν θείων δογμάτων ποιεῖ, τὴν διὰ τοῦ προφήτου ἐπηγγελμένην καινὴν Διαθήκην δίδωσιν, οὐρανῶν βασιλείαν ὑπισχνεῖται, τοῖς ἀμελοῦσιν ἀπειλεῖ τῆς γεέννης τὴν φλόγα. ΚΕʹ. Σύντομος τῶν Δεσποτικῶν θαυμάτων διήγησις. Πιστοῦται τὰ λεγόμενα τῇ μεγάλῃ θαυματουργίᾳ, οἶνον ἀγεώργητον τῷ γάμῳ δωρούμενος, οἶνον χωρὶς κλημάτων ἐξ ὕδατος ἐργαζόμενος, οἶνον ἀστάφυλον τοῖς τοῦ γάμου δαιτυμόσι χαριζόμενος, εἰς οἶνον μεταβαλὼν τῶν ὑδάτων τὴν φύσιν, μὴ μεσιτευούσης ἀμπέλου, καὶ τῆς γῆς τὴν νοτίδα συλήσας, τιμῶν τὸν γάμον οὐ τῇ παρουσίᾳ μόνον, ἀλλὰ καὶ τῇ θαυματουργίᾳ· ἐπειδὴ γὰρ ἐκ παρθενικῆς ἐβλάστησε μήτρας, καὶ παρθενίαν ἤσκησέ τε καὶ τοῖς λόγοις ἐξῆρε, καὶ τὴν ἀζυγίαν ἔργοις καὶ λόγοις ἐτίμησεν, ἵνα μή τις ἀκολασίαν εἶναι νομίζῃ τὴν συζυγίαν, καὶ ὡς παρανόμου τοῦ γάμου κατηγοροίη, τιμᾷ τὸν γάμον τῇ παρουσίᾳ, αὔξει τὴν τιμὴν τῇ τοῦ δώρου φιλοτιμίᾳ, λύει τοῦ νυμφίου τὴν ἀπορίαν, ἐκπλήττει τοὺς συμπότας τῇ τοῦ καινοῦ πράγματος εὐοσμίᾳ, ἑαυτὸν διὰ τοῦ δώρου κηρύττει. Ἀγεώργητος γὰρ ὢν, τὸν ἀγεώργητον οἶνον δέδωκεν. Ἐκεῖθεν τοὺς ἀῤῥώστους ἰᾶται, καὶ λόγῳ λύει τὰς νόσους, καὶ νεύματι τῶν παθῶν ἀπαλλάττει τοὺς κάμνοντας, τοὺς δαιμονῶντας τῆς λύττης ἐλευθεροῖ, δείκνυσι τοὺς μεμηνότας καθεστηκότας, σφίγγει τοὺς παρειμένους, ἀρτίποδας τοὺς χωλοὺς ἀπεργάζεται, δείκνυσι τὸν ἥλιον τοῖς τὸ βλέπειν ἀφῃρημένοις, ἀνοίγει τὰς θύρας τοῦ σώματος δι' ὧν ἐπὶ τὰ ἔξω διαχεῖται τὸ τῆς ψυχῆς ὀπτικὸν, καὶ νῦν μὲν λόγῳ μόνῳ τοῦτο ποιεῖ, τὸν πηλὸν τὸν τῶν ὀμμάτων ἐπίβουλον ὀμμάτων θεραπευτὴν, καὶ τῷ πολεμίῳ φαρμάκῳ κέχρηται, καὶ τὸ δηλητήριον ἀλεξητήριον δείκνυσι· ταῖς ἀκοαῖς καλουμέναις, τὸ δὲ ἀκούειν ἀφῃρημέναις, τὴν οἰκείαν ἐνέργειαν ἐπιδίδωσι. Ἄρτοις ὀλίγοις ἐν ἐρήμῳ πολλὰς ἐκόρεσε χιλιάδας, τοὺς πέντε ἄρτους, ὥσπερ εἰς ἄρουραν σπέρμα, ταῖς χερσὶν ἐμβαλὼν, καὶ τῆς γλώττης τὴν εὐλογίαν οἷόν τι νέφος ἐπαγαγὼν, δασὺ καὶ βαθὺ λήϊον καὶ ἅλω πλήρη τὰς τῶν ἀποστόλων χεῖρας ἀπέφηνεν, ἅλω οὐ πτύου δεομένην καὶ διακρίσεως, οὐ μύλου καὶ μάκτρας καὶ πυρὸς καὶ κλι-

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
