# De incarnatione domini 75.1465

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1465

βάνου, ἀλλ' αὐτοὺς τοὺς ἄρτους βρύουσάν τε καὶ πηγάζουσαν· καὶ ἵνα ἐν κεφαλαίῳ εἴπω, αἵματος ἔστησεν ὀχετοὺς τὴν ἴασιν ἑκοντὶ συληθείς· κόρην ἄωρον ἁρπαγεῖσαν ὑπὸ θανάτου καὶ πενθουμένην ὑπὸ τῶν οἰκείων ἀνθαρπάσας τοῖς φύσασιν ἀποδέδωκεν· ἕτερον νεανίαν εἰς τὸν τάφον προπεμπόμενον, εἰς ζωὴν ἐπανήγαγε, καὶ εἰς χαρὰν τὸ πένθος μετέβαλε, καὶ τὸν ἐπιτάφιον θρῆνον εἰς ὕμνων λόγον γαμηλίων ἔτρεψε· καὶ τὸν δυσώδη νεκρὸν μετὰ τετάρτην τῆς τελευτῆς ἐκ τῆς θήκης ἐξήγαγε, καὶ τὸν πεπεδημένον βαδίζειν ἐκέλευσεν, καὶ παραχρῆμα ὅ τε θάνατος ἐδραπέτευσεν, καὶ ὁ νεκρὸς ἔδραμε τῆς σηπεδόνος ἀπαλλαγεὶς, καὶ τὴν τῆς σηπεδόνος ἀποθέμενος δυσωδίαν, καὶ τὰς τοῦ θανάτου πύλας διαφυγὼν, καὶ ὑπὸ τῶν δεσμῶν τρέχειν οὐ κωλυόμενος, καὶ τῷ μὲν τοῦ προσώπου καλύμματι τὸ βλέπειν ἀφῃρημένος, ἀκωλύτως δὲ τρέχων πρὸς τὸν καλέσαντα, καὶ τὴν Δεσποτικὴν ἐπιγινώσκων φωνήν. Κϛʹ. Ὅτι ἑκουσίως τὰ σωτήρια πάθη κατεδέξατο. Διὰ τούτων καὶ ἄλλων [cod. τῶν pro ἄλλων] θαυμάτων, τῶν ἐπαγγελιῶν ἐμπεδώσας τὸ μέγεθος, καὶ τὸν χορὸν τῶν ἀποστόλων εἰς ἀρετὴν παιδοτριβήσας, προστρέχει τοῖς ἀναγράπτοις πάθεσιν ἐθελοντής· πολλάκις μὲν ταῦτα τοῖς φοιτηταῖς προμηνύσας, ἐπιτιμήσας δὲ τῷ Πέτρῳ, μεθ' ἡδονῆς μὴ καταδεξαμένῳ τὰ τῶν παθῶν εὐαγγέλια, καὶ δείξας ὡς διὰ τούτων κατορθοῦται τῆς οἰκουμένης ἡ σωτηρία· διὸ καὶ τοῖς ἐπελθοῦσιν ἑαυτὸν ὑπέδειξεν λέγων· «Ἐγώ εἰμι ὃν ζητεῖτε.» Καὶ κατηγορούμενος οὐκ ἀντεῖπεν, καὶ δυνάμενος λαθεῖν, τοῦτο ποιεῖν οὐκ ἠνέσχετο· καὶ ταῦτα πολλάκις ἡνίκα ἠβουλήθη διαφυγών· ἀλλὰ καὶ κλαίει μὲν τὴν Ἱερουσαλὴμ, ὡς δὴ τῆς ἀπιστίας ἐπισπωμένης τὸν ὄλεθρον, καταψηφίζεται δὲ πανωλεθρίως τοῦ πολυθρυλλήτου πάλαι νεώ· ἀνέχεται καὶ ἐπὶ κάρης [cod. κόρης] παιόμενος, ὑπὸ διπλῆν δουλείαν δουλεύοντος [cod. δουλεύοντες] κολαφιζόμενος, ἐμπτυόμενος, ὀνειδιζόμενος, στρεβλούμενος, μαστιγούμενος, καὶ τὸ τελευταῖον σταυρούμενος, καὶ λαμβάνων λῃστὰς τῆς τιμωρίας κοινωνοὺς ἑκατέρωθεν, καὶ ἀνδροφόνοις καὶ κακούργοις συνταττόμενος, καὶ ὄξος καὶ χολὴν παρὰ τοῦ κακοῦ ἀμπελῶνος καρπούμενος, καὶ ἀκάνθαις ἀντὶ κλημάτων καὶ βοτρύων στεφόμενος, καὶ πορφυρίδι χλευαζόμενος, καὶ καλάμῳ παιόμενος, καὶ λόγχῃ τὴν πλευρὰν ὀρυττόμενος, καὶ τέλος τάφῳ παραπεμπόμενος. ΚΖʹ. Τίς τῶν Δεσποτικῶν παθημάτων ἡ αἰτία. Ὑπέμεινε δὲ ταῦτα, τὴν ἡμετέραν μηχανώμενος σωτηρίαν· ἐπειδὴ γὰρ οἱ τῇ ἁμαρτίᾳ δουλεύσαντες τοῖς ἐπιτιμίοις ὑπεύθυνοι τῆς ἁμαρτίας ἐτύγχανον, αὐτὸς ἁμαρτίας ἀπηλλαγμένος, καὶ διὰ πάσης ὁδεύσας δικαιοσύνης, τὴν τῶν ἁμαρτωλῶν κατεδέξατο τιμωρίαν, διὰ μὲν τοῦ σταυροῦ, τῆς παλαιᾶς κατάρας τὴν ἀπόφασιν λύων «(Χριστὸς γὰρ, φησὶν, ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐν ξύλῳ»), διὰ δὲ τῶν

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
