# De incarnatione domini 75.1468

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1468

ἀκανθῶν, τέλος διδοὺς ταῖς Ἀδὰμ τιμωρίαις (μετὰ γὰρ τὴν ἁμαρτίαν [cod. τιμωρίαν], ἤκουσεν ἐκεῖνος· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι»), διὰ δὲ τῆς χολῆς τὸ πικρὸν καὶ ἐπίπονον τῆς θνητῆς καὶ παθητῆς ζωῆς τῶν ἀνθρώπων εἰς ἑαυτὸν ἀναλαμβάνων· διὰ δὲ τοῦ ὄξους τὴν ἐπὶ τὸ χεῖρον τῶν ἀνθρώπων μεταβολὴν αὐτὸς δεχόμενος, καὶ τὴν εἰς τὸ κρεῖττον ἐπάνοδον χαριζόμενος· τῇ πορφυρίδι σημαίνων τὴν βασιλείαν, τῷ καλάμῳ τὸ ἀσθενὲς καὶ σαθρὸν τῆς τοῦ διαβόλου δυνάμεως αἰνιττόμενος, τῷ ῥαπίσματι τὴν ἡμετέραν κηρύττων ἐλευθερίαν, τὰς ἡμετέρας ὑπομένων ὕβρεις, καὶ παιδείας, καὶ μάστιγας. Τὴν πλευρὰν τῷ Ἀδὰμ παραπλήσιον νυττόμενος, ἀλλ' οὐ γυναῖκα προϊοῦσαν ἐκεῖθεν δεικνὺς, τὸν θάνατον διὰ τῆς ἀπάτης γεννήσασαν, ἀλλὰ πηγὴν ζωῆς τῷ διπλῷ νάματι τὴν οἰκουμένην ζωογονοῦσαν· ὧν τὸ μὲν ἡμᾶς ἐν κολυμβήθρᾳ νεοποιεῖ, καὶ τῇ ἀθανάτῳ περιβάλλει στολῇ· τὸ δὲ τρέφει γεννηθέντας ἐν τῇ τραπέζῃ τῇ θείᾳ, καθάπερ τὰ βρέφη τὸ γάλα. ΚΗʹ. Ὅτι διὰ τῶν τοῦ Χριστοῦ παθῶν ἡ ἡμετέρα γέγονε σωτηρία. Φάρμακα τοίνυν ἐστὶν ἡμέτερα τὰ τοῦ Σωτῆρος ἡμῶν παθήματα· καὶ τοῦτο διδάσκων ὁ προφήτης βοᾷ· «Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται· ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· πάντες ὡς πρόβατα ἐπλανήθημεν, διὸ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος.» Καὶ καθάπερ ποιμὴν τὰ πρόβατα διεσκεδασμένα θεωρῶν, ἓν τῶν προβάτων κατέχων, καὶ ἐφ' ἣν βούλεται νομὴν ἄγων, ἕλκει τὰ λοιπὰ δι' ἐκείνου πρὸς ἑαυτόν· οὕτως ὁ Θεὸς Λόγος τῶν ἀνθρώπων τὸ γένος πεπλανημένον ἰδὼν, τοῦ δούλου λαβὼν τὴν μορφὴν, καὶ ταύτην συνάψας ἑαυτῷ, πρὸς ἑαυτὸν δι' ἐκείνης ἐπέστρεψε πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν, καὶ εἰς τὴν θείαν νομὴν ἤγαγε τὰ κακῶς νεμόμενα, καὶ τοῖς λύκοις προκείμενα. Διὰ ταῦτα ὁ Σωτὴρ ὁ ἡμέτερος τὴν ἡμετέραν φύσιν ἀνέλαβε. Διὰ ταῦτα ὁ Δεσπότης Χριστὸς τὰ σωτήρια κατεδέξατο πάθη, καὶ θανάτῳ παραπεμφθεὶς, καὶ ταφῇ παραδοθεὶς, τὸ μὲν παλαιὸν ἐκεῖνο καὶ πολυχρόνιον κράτος ἔλυσε, τοῖς δὲ τῇ φθορᾷ πεπεδημένοις τὴν ἀφθαρσίαν ὑπέσχετο. Τὸν γὰρ λυθέντα ναὸν ἀνοικοδομήσας, καὶ ἀνεγείρας, καὶ τοῖς κειμένοις καὶ προσδεχομένοις αὐτοῦ τὴν ἀνάστασιν ἀληθεῖς καὶ βεβαίας τὰς ὑποσχέσεις ὑπέδειξεν. Ὃν τρόπον γὰρ, φησὶν, ἡ ἐξ ὑμῶν ἀναληφθεῖσα φύσις τῇ τῆς θεότητος ἐνοικήσει τε καὶ ἑνώσει, τῆς ἀναστάσεως ἔτυχε, καὶ τὸ φθαρτὸν ἀνατιθεμένη σὺν τοῖς παθήμασιν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν μετέβη· οὕτω καὶ ὑμεῖς τῆς χαλεπῆς τοῦ θανάτου δουλείας ἀπαλλαγήσεσθε, καὶ τὴν φθορὰν ἀποῤῥίψαντες σὺν τοῖς πάθεσιν, ἐνδύσασθε τὴν ἀπάθειαν. Διὸ καὶ τὸ δῶρον τοῦ βαπτίσματος πᾶσιν ἀνθρώποις διὰ τῶν ἀποστόλων ἐξέπεμψε. «Πορευθέν-

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
