Ancient Greek
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini 75.1469
Not analysed yet
τες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Τὸ βάπτισμα τοῦ Δεσποτικοῦ θανάτου σκιαγραφία τις ὑπάρχει καὶ τύπος. «Εἰ γὰρ σύμφυτοι, φησὶν ὁ Παῦλος, γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» ΚΘʹ. Ἀπόδειξις ἐκ τῶν Ἀποστόλου γραφῶν περὶ τῆς τελείας τοῦ ἀνθρώπου φύσεως. Οὕτω γεννηθεὶς ὁ Δεσπότης Χριστὸς, οὕτω τραφεὶς, οὕτω θαυματουργήσας, διὰ ταῦτα παθὼν, σταυρωθεὶς, ἀποθανὼν, κήρυκας ἀποστείλας πᾶσιν ἀνθρώποις τοὺς ἱεροὺς μαθητὰς, εἰς τὸν οὐρανὸν ἀνελήφθη· καὶ ταῦτα ἐν κεφαλαίῳ ἐν τοῖς πρὸς Τιμόθεον γραφεῖσιν, ὁ Ἀπόστολος ἡμᾶς ἐδίδαξε λέγων· «Ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἔθνεσιν, ἐπιστώθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.» Καὶ τὴν μὲν φανέρωσιν συνέζευξε τῇ σαρκὶ, τὴν δὲ δικαίωσιν κατὰ τὴν τῶν αἱρετικῶν ἀβελτηρίαν· ἐδικαιώθη δὲ τῇ συνεργείᾳ τοῦ Πνεύματος. Ἆρα τὸ δικαιῶσαν Πνεῦμα, κρεῖττον τοῦ δικαιωθέντος Υἱοῦ; Ἀλλ' οὐκέτι ταῦτα οὐκ ἔστι· τὸ γὰρ ἡμέτερον ἐδικαιώθη διὰ τοῦ ἐν αὐτῷ φανερωθέντος Θεοῦ, ὃς ἀχωρίστως αὐτῷ συνημμένος, τήν τε ἄκραν ἐπαίδευσεν ἀρετὴν, καὶ τῶν βελῶν τῆς ἁμαρτίας ἐφύλαξεν ἄγευστον, καὶ ἀμύητον, καὶ τῆς διαβολικῆς ἀπάτης ὑπέρτερον· καὶ θανάτου πρὸς βραχὺ γεύσασθαι συγχωρήσας, παραυτίκα τῆς ἐκείνου τυραννίδος ἀπήλλαξε, καὶ τῆς οἰκείας αὐτῷ ζωῆς μεταδέδωκε, καὶ εἰς οὐρανοὺς ἀνήγαγε, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐκάθισεν, καὶ ὄνομα αὐτῷ ἐχαρίσατο τὸ ὑπὲρ πᾶν ὄνομα, τὴν οἰκείαν αὐτῷ ἀξίαν δωρησάμενος· καὶ τὴν τῆς φύσεως αὐτοῦ προσηγορίαν λαβὼν, Υἱὸς ἀνθρώπου ὁ προαιώνιος τοῦ Θεοῦ Λόγος ηὐδόκησεν ὀνομάζεσθαι. «Οὐδεὶς γὰρ, φησὶν, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐξ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.» Κατέβη δὲ οὐχ ὁ ἐκ σπέρματος Δαβὶδ ἐκ τῶν οὐρανῶν, ἀλλ' ὁ τῶν [οὐρανῶν] ποιητὴς, ὁ ὑπέρχρονος Θεοῦ Λόγος, ὁ πρὸ τῶν αἰώνων ὑπάρχων· διὰ δὲ τὴν πρὸς τὸ ἀνθρώπινον ἕνωσιν, λαμβάνει τοῦ Υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα· καὶ ἑτέρωθι δὲ πάλιν οὕτως αὐτὸν προσαγορεύει· «Ἐὰν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον ὅπου ἦν τὸ πρότερον·» οὐχ ἡ τοῦ δούλου μορφὴ, ἀλλ' ἡ τοῦ Θεοῦ μορφή· καὶ αὖθις· «Ὅτι υἱὸς ἀνθρώπου ἐστὶ, φησὶ, μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ ἀκούσονται οἱ ἐν τοῖς μνήμασι τῆς φωνῆς αὐτοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.» Οὐ τῆς ἀνθρωπότητος δὲ ψιλῆς τοῦτο τὸ ἴδιον, ἀλλὰ τῆς ἐνεργούσης θεότητος, καὶ τῆς φαινομένης δὴ ἀνθρωπότητος διὰ τὴν πρὸς τὴν θεότητα συνάφειάν τε καὶ ἕνωσιν. Λʹ. Ὅτι Υἱὸς ἡ τοῦ δούλου μορφὴ διὰ τὴν συνάφειαν ὡσαύτως προσαγορεύεται. Οὕτως ὁ Θεὸς Λόγος οἰκειοῦται τῆς τοῦ δούλου