# De incarnatione domini 75.1472

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1472

μορφῆς τὴν εὐτέλειαν, καὶ Θεὸς ὑπάρχων, ἄνθρωπος ἠθέλησεν ὀνομάζεσθαι. Καὶ ὥσπερ μετέλαβε τῶν τοῦ ἀνθρώπου ταπεινῶν, οὕτω τῶν ὑψηλῶν αὐτῷ μεταδέδωκε. Καλεῖται γὰρ τὸ τῆς Παρθένου βρέφος Ἐμμανουὴλ, καὶ τὸ τοῖς σπαργάνοις ἐνειλημμένον, καὶ θηλὴν ἕλκον, καὶ τρεφόμενον γάλακτι, καὶ καλεῖται μεγάλης βουλῆς Ἄγγελος, καὶ θαυμαστὸς σύμβουλος, καὶ Θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς, καὶ ἄρχων εἰρήνης, καὶ Πατὴρ τοῦ μέλλοντος αἰῶνος, καὶ Υἱὸς Ὑψίστου, καὶ Σωτὴρ, καὶ Κύριος, καὶ τῶν ὅλων Δημιουργός. «Εἷς γὰρ, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.» Καὶ μὴν τὰ Ἰησοῦς καὶ Χριστὸς ὀνόματα, τῆς οἰκονομίας εἰσὶ σημαντικά· ἡ δὲ οἰκονομία, οὐ πρὸ τῆς κτίσεως, οὐδὲ εὐθὺς μετὰ τὴν κτίσιν, ἀλλ' ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐγένετο· ἐπειδὴ τοίνυν τὸ Χριστὸς ὄνομα, οὐ τὸν ληφθέντα μόνον, ἀλλὰ καὶ τὸν λαβόντα Λόγον μετὰ τοῦ ληφθέντος δηλοῖ (τοῦ Θεοῦ γὰρ καὶ τοῦ ἀνθρώπου τοῦτο σημαντικόν ἐστιν)· ὁ Παῦλος ἀνατίθησι καὶ τῷ ὁρωμένῳ διὰ τὴν πρὸς τὸ κρυπτόμενον ἕνωσιν, τὴν τοῦ παντὸς ποίησίν τε καὶ διακόσμησιν· διὸ καὶ ἑτέρωθι τὸν Χριστὸν ἐπὶ πάντων προσαγορεύει Θεόν· «Ἐξ ὧν γὰρ, φησὶν, Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.» Οὐκ ἐπειδὴ τοῦ Δαβὶδ ὁ ἀπόγονος αὐτὸς καθ' αὑτὸν Θεός ἐστι, καὶ ἐπὶ πάντων Θεὸς, ἀλλ' ὅτι τοῦ Θεοῦ τοῦ ἐπὶ πάντων ὑπῆρχε ναὸς, ἡνωμένην καὶ συνημμένην ἔχων ἑαυτῷ τὴν θεότητα. ΛΑʹ. Ὅτι δύο μὲν εἰσὶ φύσεις, ἓν δὲ τὸ πρόσωπον τοῦ Χριστοῦ. Διὰ τοῦτο «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Οὐ γὰρ εἰς πρόσωπα δύο τὴν οἰκονομίαν μερίζομεν, οὐδὲ υἱοὺς δύο ἀντὶ τοῦ Μονογενοῦς κηρύττομέν τε καὶ δογματίζομεν, ἀλλὰ δύο μὲν τὰς φύσεις εἶναι καὶ μεμαθήκαμεν καὶ διδάσκομεν· ἕτερον γὰρ θεότης, καὶ ἕτερον ἀνθρωπότης· ἕτερον τὸ ὃν, καὶ ἕτερον τὸ γενόμενον· ἄλλο ἡ τοῦ Θεοῦ μορφὴ, καὶ ἄλλο ἡ τοῦ ἀνθρώπου μορφή· καὶ ἄλλο ἡ λαβοῦσα, καὶ ἕτερον ἡ ληφθεῖσα· ἕτερον ὁ λυθεὶς ναὸς, καὶ ἕτερον ὁ λυθέντα τοῦτον ἀναστήσας Θεός. ΛΒʹ. Ὅτι οὐ κρᾶσιν λέγειν ὅσιον, ἀλλ' ἕνωσιν ἐπὶ τοῦ Χριστοῦ. Οὐ τὰς φύσεις τοίνυν συγχέομεν, οὐδὲ κρᾶσιν ποιητοῦ καὶ ποιήματος δογματίζομεν, καὶ τῷ τῆς κράσεως ὀνόματι τὴν σύγχυσιν συνεισφέρομεν· ἀλλὰ καὶ τοῦ Θεοῦ Λόγου τὴν φύσιν γνωρίζομεν· καὶ τῆς μορφῆς τοῦ δούλου τὴν οὐσίαν γινώσκομεν, ἑκατέραν δὲ φύσιν ὡς ἕνα προσκυνοῦμεν Υἱόν· θάτερον γὰρ θατέρῳ Χριστὸς ὀνομάζεται, καὶ οὔτε ἡ τοῦ δούλου μορφὴ ψιλὴ, καὶ γυμνὴ τυγχάνουσα τῆς θεότητος, τοῦτο πώποτε παρὰ τῶν διδασκάλων ἐκλήθη τῆς εὐσεβείας. Οἱ δὲ τὴν κρᾶσιν λέγοντες, τῇ κράσει τὴν σύγχυσιν συνεισφέρουσι· τῇ δὲ συγχύσει ἡ τροπὴ

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
