# De incarnatione domini 75.1473

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1473

συνεισφέρεται· τροπῆς δὲ εἰσιούσης, οὔτε Θεὸς ἐπὶ τῆς ἰδίας μένοι ἂν φύσεως, οὔτε ἄνθρωπος ἐπὶ τῆς οἰκείας. Ἀνάγκη γὰρ ἐκστῆναι τῶν τῆς οὐσίας ὅρων ἑκάτερον, καὶ μήτε τὸν Θεὸν γνωρίζεσθαι Θεὸν, μήτε τὸν ἄνθρωπον, ἄνθρωπον. Τοῦτο δὲ οὐδὲ ἐπὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς λάβοι ἄν τις εὖ φρονῶν. Οὐ γὰρ τῷ σώματι τὴν ψυχὴν κεκρᾶσθαι, ἀλλ' ἡνῶσθαι, καὶ συνῆφθαι, καὶ οἰκεῖν, καὶ ἐνεργεῖν φαμεν. Καὶ οὔτε τὴν ψυχὴν θνητὴν, οὔτε τὸ σῶμα εἴποι τις ἂν ἀθάνατον, μὴ κομιδῇ παραπαίων, ἀλλὰ τὴν μὲν ἑκατέραν [φύσιν] διαιροῦμεν, ἓν δὲ ζῶον γνωρίζομεν τὸ ἐξ ἐκείνων [cod. ἐκείνου] συγκείμενον· καὶ ἑκατέραν μὲν φύσιν διῃρημένοις ὀνόμασιν ὀνομάζομεν, τὴν μὲν ψυχὴν, τὸ δὲ σῶμα, τὸ δὲ ἐξ ἀμφοτέρων συνεστηκὸς ζῶον ἑτέρῳ καλοῦμεν ὀνόματι· ἄνθρωπον γὰρ προσαγορεύομεν. Ταῦτα τοίνυν καὶ ἐπὶ τῆς οἰκονομίας τὴν εἰκόνα λαβόντες, τῆς βλασφημίας ἀπαλλαγῶμεν ἐκείνης, καὶ τὴν κρᾶσιν καταλιπόντες, τῷ τῆς ἑνώσεως καὶ συναφείας καὶ κοινωνίας ὀνόματι χρώμενοι διατελέσωμεν· φύσεων μὲν [cod. φύσεως] διάκρισιν, προσώπου δὲ ἕνωσιν δογματίζοντες. Οὕτω τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν ἐλέγξομεν, τὰ μὲν ταπεινῶς εἰρημένα καὶ πεπραγμένα τῷ Σωτῆρι Χριστῷ, προσάπτοντες τῇ τοῦ δούλου μορφῇ· τὰ δὲ ὑψηλὰ καὶ θεοπρεπῆ καὶ μεγάλα, τῇ ὑψηλῇ καὶ μεγάλῃ καὶ πάντα νοῦν ὑπερβαινούσῃ ἀνατιθέντες θεότητι. ΛΓʹ. Ὅτι τῆς ἡμετέρας φύσεως ἡ εἰς οὐρανοὺς ἀνάληψις τὰς τοῦ Πνεύματος δωρεὰς ἡμῖν προεξένισεν. Ἀλλὰ καιρὸς ἀναδραμεῖν ἐπὶ τὸ προκείμενον. Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ Δεσπότης Χριστὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώπων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρίβην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνιστὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρτίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χαμαιπετεῖς ἐργαζόμενον, τοὺς γηΐνους τὴν τῶν οὐρανῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπιμελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης καταγελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων,

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
