# De incarnatione domini 75.1477

Theodoretus, De incarnatione domini, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-incarnatione-domini/75.1477

θεν ὁ προπάτωρ Ἀδάμ· καὶ γὰρ ἐκεῖνος ἐπιθυμήσας γενέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε. ΛΕʹ. Ὅτι χρὴ Θεοτόκον καὶ ἀνθρωποτόκον λέγειν. Τοίνυν περὶ τὴν θεολογίαν μηδεὶς ἀπιστίαν νοσείτω, μηδεὶς περὶ τὴν οἰκονομίαν χωλευέτω, ἀλλὰ τὸν ἐκ Παρθένου γεννηθέντα Χριστὸν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον ὁμολογείτω καθ' ἑκάτερον· διὰ τοῦτο γὰρ καὶ Θεοτόκος καὶ ἀνθρωποτόκος ἡ ἁγία Παρθένος ὑπὸ τῶν τῆς εὐσεβείας διδασκάλων προσαγορεύεται· τοῦτο μὲν ὡς φύσει τὸν [δούλῳ] ἐοικότα γεννήσασα· ἐκεῖνο δὲ, ὡς τῆς τοῦ δούλου μορφῆς, καὶ Θεοῦ τὴν μορφὴν ἡνωμένην ἐχούσης οὕτω διὰ θεολογίας καὶ οἰκονομίας τὸν τὸ μυστήριον ἡμῖν τὸ ἀποκεκρυμμένον γνωρίσαντα ἀνυμνήσωμεν, καὶ διὰ τῆς τοῦ βίου καθαρότητος ναοὺς ἑαυτοὺς τῷ Θεῷ κατασκευάσαντες, ἔνοικον αὐτὸν λάβωμεν· καὶ ταῖς ἀκτῖσιν αὐτοῦ φωτιζόμενοι, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg021.local001/.
