# De providentia orationes decem 83.564

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.564

ὑμῖν αὐτοῖς, τίς ὁ συνέχων τὰς οὐρανίους ἁψίδας· πῶς ἐν τοσαύταις ἐτῶν χιλιάσιν ἀγήρως ἔμεινεν ὁ οὐρανὸς, οὐδεμίαν μεταβολὴν ἐκ τοῦ χρόνου δεξάμενος, καὶ ταῦτα παθητὴν ἔχων τὴν φύσιν, ὡς ὁ μακάριος διδάσκει Δαβίδ· «Αὐτοὶ (οὐρανοὶ) φησὶν, ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ἀλλ' ὅμως καὶ παθητὴν ἔχων καὶ φθαρτὴν τὴν οὐσίαν, ἔμεινεν οἷός περ ἦν, τῷ τοῦ πεποιηκότος κατεχόμενος λόγῳ. Ὁ γὰρ δημιουργήσας αὐτὸν λόγος, συνέχει καὶ κατέχει, καὶ τὸ σταθερὸν αὐτῷ καὶ ἑδραῖον μέχρις ἂν ἐθέλῃ χαρίζεται. Τούτου χάριν, τοσούτου περὶ αὐτὸν πυρὸς ὀχουμένου, ἡλίου φημὶ, καὶ σελήνης, καὶ τῶν ἄλλων φωστήρων, ἐν τοσούτοις ἐνιαυτῶν κύκλοις οὐ τήκεται, οὐ ξηραίνεται, οὐκ ἐμπίπραται· ταύτας γὰρ τοῦ πυρὸς ἡ φύσις τὰς ἐνεργείας ὑπὸ τοῦ πεποιηκότος ἐδέξατο. Χρυσὸν μὲν γὰρ, καὶ ἄργυρον, καὶ σίδηρον, καὶ χαλκὸν, καὶ μόλιβδον, καὶ κασσίτερον, καὶ κηρὸν, καὶ πίσσαν, καὶ ὅσα τοιαῦτα, τήκει καὶ διαλύει, καὶ εἰς τὴν ῥοώδη μεταφέρει φύσιν· πηλὸν δὲ, καὶ τὰ τελματώδη τῶν ὑδάτων, ξηραίνει, τὸ ὑγρὸν δαπανῶσα. Λίθους δὲ ἕψει, καὶ τὸ στερέμνιον αὐτῶν ἀφαιρεῖται, καὶ τὴν στεῤῥοτάτην φύσιν ἀποδείκνυσι κόνιν· ξύλα δὲ, καὶ χόρτον, καὶ καλάμην μάλα ῥᾳδίως ἐμπίπρησιν. Ἀλλ' οὐδὲν τούτων ὁ οὐρανὸς ὑπομένει. Οὐ τήκει γὰρ αὐτοῦ τὸ κρυσταλλῶδες τοσαύτη οὖσα τοῦ πυρὸς ἡ οὐσία, οὐδὲ λυμαίνεται τῇ λειότητι, οὐδὲ χαλαρὸν ποιεῖ τὸ σφαιροειδὲς αὐτοῦ σχῆμα· ἀλλ' ἣν ἐξ ἀρχῆς ἔλαχε στάσιν, ταύτην εἰς τέλος διαφυλάττει. Ὁ γὰρ στήσας αὐτὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖσθαι, τὰς ἐναντίας φύσεις εἰς φιλίαν συνήγαγε. Καὶ οὔτε τοῦ πυρὸς ἡ φύσις ὑπὸ τοῦ πλήθους σβέννυται τῶν ὑδάτων, οὔτε τὸ κρυσταλλῶδες, ἢ ἀερῶδες, ἢ νεφελῶδες οὐράνιον σῶμα, τῇ τοῦ πυρὸς οὐσίᾳ πλείστῃ οὔσῃ τήκεται καὶ φθείρεται· ἀλλ' ἐκ γειτόνων ἀλλήλοιν οἰκοῦντες, τὰς πολεμίας κρύπτουσιν ἐνεργείας, καὶ τῷ τοῦ πεποιηκότος λόγῳ πεισθέντες, τὴν δι' αἰῶνος φιλίαν ἐσπείσαντο, καὶ ταῦτα ἄψυχα ὄντα, καὶ νοῦν κυβερνήτην οὐκ ἔχοντα, ἀλλ' ὅμως μένει τὸν ἐξ ἀρχῆς ὅρον φυλάττοντα. Κυβερνᾷ γὰρ τὴν κτίσιν ὁ Ποιητὴς, καὶ οὐ κατέλιπεν ἀκυβέρνητον ὃ πεποίηκε σκάφος, ἀλλ' αὐτὸς ὢν καὶ ναυπηγὸς, καὶ τῆς ὕλης φυτουργὸς, καὶ κατὰ ταὐτὸν τήν τε ὕλην δημιουργήσας, καὶ τὸ σκάφος ὑφάνας, κατέχων διατελεῖ τὰ πηδάλια. Καὶ μαρτυρεῖ τῶν τοσούτων ἐνιαυτῶν ὁ κύκλος, καὶ ὁ μακρότατος χρόνος, μὴ διαφθείρας τὸ σκάφος, σῶον δὲ αὐτὸ, καὶ ἀκραιφνὲς, οὐ μόνον τοῖς πρώτοις, ἀλλὰ καὶ τοῖς ὀψιγόνοις ἐπιδεικνύς. Ἐπειδὴ τοίνυν εἶδες, ὦ φίλος, ἐν οὐρανῷ τὴν τοῦ.

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
