# De providentia orationes decem 83.577

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.577

δεομένη· Διὸ τῶν ὅλων ὁ Ποιητὴς, οὐρανὸν καὶ γῆν δημιουργήσας, ἐν μέσῳ τοῦτον διέχεε, καὶ τούτῳ τεῖχος ἀῤῥαγὲς διὰ τῶν δύο τούτων σωμάτων μηχανησάμενος, καὶ αὐτὸν τοῖς ἐν μέσῳ τούτων ἐμψύχοις σώμασι ζωῆς συνεργὸν ἀποφήνας. Τοῦτον γὰρ καὶ ἡμεῖς ἀναπνέοντες ζῶμεν οἱ ἄνθρωποι, καὶ τῶν ἀλόγων δὲ ζώων ὅσα πτηνὰ, καὶ ἑρπετὰ, καὶ ἀμφίβια, τοῦτον ἔχει τῆς ζωῆς συνεργόν. Οὗτος κινούμενος, τῶν ἀνέμων ἡμῖν παρέχει τὰς αὔρας· οὗτος πυκνούμενος, τὴν ἀπὸ τῶν νεφῶν ἀρδείαν παραπέμπει τῇ γῇ· τούτῳ τὸ φῶς ὀχήματι κεχρημένον, ἑστιᾷ τῶν ὁρώντων τὰς ὄψεις· οὗτος ἡλίῳ καὶ γῇ μεσιτεύων, τὸ σφοδρὸν τῆς ἀκτῖνος κεράννυσι, καὶ τῇ οἰκείᾳ ὑγρότητι καὶ ψυχρότητι, τὴν ἐκείνου καταπραΰνων ξηρότητα καὶ θερμότητα, ἄλυπον ἡμῖν πραγματεύεται τοῦ φωτὸς τὴν ἀπόλαυσιν. Ἵνα δὲ μὴ νομίσῃς αἴτιον τουτωνὶ τῶν ἀγαθῶν τὸν ἀέρα, μάθε ὡς καὶ τούτου τὴν ἀμετρίαν ἡ τοῦ ἡλίου κοιμίζει θερμότης. Ἀκραιφνῆ γὰρ οὐδεὶς ἂν ἤνεγκε τὴν τοῦ ἀέρος ψυχρότητα· καὶ μάρτυς ἡ χειμέριος ὥρα· ἐν ταύτῃ γὰρ ἐπὶ τὰ νοτιώτερα τοῦ πόλου διατρέχων ὁ ἥλιος, καὶ τὰ βορειότερα καὶ τὰ μέσα καταλιμπάνων, ἄδειαν δίδωσι τῷ ἀέρι κεχρῆσθαι τῇ φύσει· οὗ χάριν, μηκέτι ὁμοίως δαπανώμενος ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, πυκνούμενος δὲ καὶ συχνὸς γινόμενος, καὶ ὑετὸν ἀφίησι λαῦρον, καὶ τῇ σφοδροτέρᾳ τῶν ἀνέμων προσβολῇ τοῦτον ἐξαφρίζων, εἰς νιφετὸν μεταπήγνυσι καὶ χάλαζαν, καὶ τὴν ἐν ταῖς καθαραῖς αἰθρίαις ἀποστάζουσαν δρόσον τῇ αὔρᾳ πηγνὺς, ψυχρότητι τὴν πάχνην ἐργάζεται· καὶ ταῦτα εἰ καὶ πόῤῥωθεν, ἀλλ' ὅμως τῷ ἡλίῳ θερμαινόμενος ἀποβάλλει. Ἔστι δὲ καὶ ἐντεῦθεν ἀκριβῶς καταμαθεῖν τοῦ Θεοῦ τὴν προμήθειαν. Ἐπειδὴ γὰρ πολλὴ καὶ μεγάλη τῶν στοιχείων ἡ χρεία, καὶ πρὸς τῇ χρείᾳ, πολὺ τὸ κάλλος, καὶ ἄῤῥητος ἡ ὥρα, τὰ δοκοῦντα λυπηρὰ γίνεσθαι διὰ τούτων ὁ πάνσοφος ᾠκονόμησεν, ἵνα μὴ θεοὺς, ἀλλὰ Θεοῦ ποιήματα ταῦτα εἶναι πιστεύωμεν, ἰθυνόμενά τε καὶ κυβερνώμενα ᾗ ἂν ἐκεῖνος ἰθύνῃ. Τούτου χάριν ὁ τῆς ζωῆς ἡμῶν συνεργὸς ἀὴρ, ὃν ἀναπνέοντες διαζῶμεν ἅπαντες, ὁ κοινὸς οὗτος θησαυρὸς, καὶ πενομένων καὶ ἐπὶ πλούτῳ βρενθυομένων, οἰκετῶν καὶ δεσποτῶν, ἰδιωτῶν καὶ βασιλέων, ὃν οὐ μᾶλλον τοῦ πένητος ἀναπνέουσιν οἱ τῇ ἁλουργίδι κοσμούμενοι, ἀλλὰ τῇ ἰσομοιρίᾳ κατὰ τὴν τούτου χρείαν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τετίμηται, οὐ μόνον ἡμᾶς εὐφραίνει ταῖς ἀναπνοαῖς, καὶ ταῖς αὔραις, καὶ τῇ τοῦ ὑετοῦ χορηγίᾳ, ἀλλὰ καὶ ἀνιᾷ τῷ κρυμῷ, διδάσκων ἡμᾶς, ὡς οὐκ ἀρκεῖ μόνος εἰς ζωογονίαν, καὶ τῶν ζώντων τὴν θεραπείαν. Οὕτως ὁ ἥλιος οὐ μόνον εὐφραίνει τῇ προσβολῇ τῶν ἀκτίνων ἡμᾶς, καὶ τὴν διαφορὰν ἡμᾶς τῶν ὁρωμένων διδάσκει σωμάτων, ὄγκων τε καὶ χρωμάτων, ἀλλὰ καὶ ἀνιᾷ τῇ θερμοτέρᾳ προσβολῇ τῶν ἀκτίνων· κἂν μὴ τὸν ἀέρα κινήσας ὁ τοῦ

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
