Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.580
Not analysed yet
παντὸς ἡνίοχος αὔρας ἡμῖν ψυχρὰς προσενέγκῃ, ὁ προσκυνηθεὶς οὗτος ὑπὸ τῶν ἀνοήτων ἥλιος ἄρδην ἐμπίπρησιν ἅπαντα, καὶ τὸ ζῇν ἀφαιρεῖται τῶν προσκυνούντων. Οὐδὲν τοιγαροῦν τῶν στοιχείων αὐτὸ καθ' ἑαυτὸ τῆς ζωῆς τυγχάνει παρεκτικὸν, οὔτε μὴν ἅπαντα κοινῇ κεραννύμενα, δίχα τῆς τὰ πάντα κυβερνώσης δυνάμεως, ἀγαθοῦ τινος αἴτια γίνεται. Ἔστι γὰρ πάλιν ἰδεῖν, εἰς εὔκρατον μὲν τὸν ἀέρα γεγενημένον, ἐπὶ καιρὸν δὲ τὸν ὑετὸν παρασχεθέντα τῇ γῇ, ἀλύπως τὸν ἥλιον ταῖς ἀκτῖσι χρησάμενον, τὰς τῶν ἀνέμων αὔρας κινηθείσας ἐν τάξει, τοὺς γηπόνους ἐπιμελῶς τὴν γῆν γεωργήσαντας, συνήθως καταβαλόντας τὰ σπέρματα, καὶ οὔτε τὴν γῆν εὐγνωμόνως ἐκτίσασαν τοὺς καρποὺς, οὔτε τῶν ἀνθρώπων τὴν φύσιν ἄνοσον διαμείνασαν. Ταῦτα δὲ ποιεῖ τῶν ὅλων ὁ πρύτανις, πείθων ἡμᾶς μὴ τῇ κτίσει θαῤῥεῖν, μηδ' εἰς αὐτὴν ἀναφέρειν τῶν ἀγαθῶν τὴν αἰτίαν, ἀλλὰ τῷ ταύτης Δημιουργῷ πιστεύειν. Ἐπειδὴ τοίνυν εἶδες, καὶ τὸν ἀέρα τῆς τοῦ Θεοῦ ἀπολαύοντα προμηθείας, καὶ δι' ἐκεῖνον τοσαύταις ἐτῶν χιλιάσιν ἀρκέσαντα, καὶ μήτε ὑπὸ τῶν ἀναπνεόντων ζώων δαπανηθέντα, μήτε ἐκτὸς τῶν συνεχόντων αὐτὸν σωμάτων ἐκρεύσαντα, δεῦρό σε πρὸς τὴν γῆν ἀγάγωμεν, τὴν κοινὴν τροφὸν, καὶ μητέρα, καὶ τάφον· ἐξ ἧς σου τὸ σῶμα τὸ πήλινον, καὶ τὸ στόμα τὸ κατὰ τοῦ Πλάστου λαλοῦν μεγάλα, κατὰ τὴν τοῦ Δανιὴλ ὀπτασίαν. Βλέπε τοιγαροῦν ταύτης πρὸ τῶν ἄλλων ἁπάντων τὴν θέσιν, καὶ τῶν σχημάτων τὴν ποικιλίαν. Οὔτε γὰρ ὑπτία πᾶσα, οὔτε προσάντης, ἀλλ' εἰς ὄρη, καὶ νάπας, καὶ πεδία διῄρηται. Ἴδοι δ' ἄν τις πεδίων ἐν μέσῳ μεγάλων λόφους εἰς ὕψος ἐγηγερμένους, καὶ μεταξὺ τῶν ὀρῶν, πρηνεῖς τινας τόπους καὶ λείους, ἐν κόλπων τινῶν θαλαττίων σχήματι. Καὶ τὰ ὄρη δὲ αὐτὰ πρὸς τὴν χρείαν τῶν ἀνθρώπων διεῖλεν ὁ Ποιητὴς, καὶ εἰς κρημνοὺς διαστήσας βαθεῖς, τοῖς χειμερίοις ὕδασι τὰς πορείας ἐμηχανήσατο, καὶ τοῖς ἀνθρώποις εὐπόρους ἐν ταῖς δυσχωρίαις τὰς ὁδοὺς ἐτεκτήνατο. Καὶ τὰ μὲν ὄρη παρέχει τῇ τῶν οἰκοδόμων τέχνῃ τὰς ὕλας, τὰ δὲ πεδία τοῖς ἐν τοῖς ὄρεσι διαιτωμένοις ἀντιδίδωσι τῶν πυρῶν τὴν ἀφθονίαν. Καὶ τὸ ποικίλον τῆς θέσεως οὐ τρέφει μόνον, ἀλλὰ καὶ τέρπει τῶν ἀνθρώπων τὰς ὄψεις· φιλεῖ γὰρ τὰ μονοειδῆ ταχὺν ἐπάγειν τὸν κόρον. Εἰπέ μοι, τίς ὁ ταῦθ' οὕτω διακοσμήσας; τίς ὁ τοσαύτην αὐτοῖς ἐναποθέμενος δύναμιν, ὥστε τοσούτους ἐνιαυτῶν κύκλους μὴ δαπανῆσαι τὸν θησαυρόν; τίς ὁ τὰ ὄντα διαφυλάττων ἀκίνητα; τίς ἐπείγει τῶν ποταμῶν τὰ ῥεύματα; τίς ὠθεῖ τῶν πηγῶν τὰς ὠδῖνας; Βλέπε ταύτας ὧδε μὲν, ἐν ταῖς τῶν ὀρῶν κορυφαῖς ἀναβλυζούσας, καὶ ἄνωθεν κάτω προχεούσας τὰ ῥεύματα· ἐκεῖ δὲ, οὐδ' ἐν ταῖς