# De providentia orationes decem 83.581

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.581

ὑπωρείαις φαινομένας, ἀλλ' ἐκ βαθυτάτων φρεάτων παρεχούσας τοῖς ἀνθρώποις τὰ νάματα. Ἵνα γὰρ μὴ νομίσῃς αὐτόματον ᾄττειν ἄνω τῶν ὑδάτων τὴν φύσιν, διδάσκει σε ὁ Ποιητὴς διὰ τῶν πραγμάτων, ὡς τῷ θείῳ λόγῳ πειθόμενον τὸ ὕδωρ, καὶ τὰς ἀκρωρείας ἀπόνως καταλαμβάνον, οὐδὲ βιαζόμενον ὑπὸ τῆς σῆς τέχνης, εἰς τὴν τῶν πεδίων ἄνεισιν ἐπιφάνειαν· ἀλλ' ὀρύττεις μὲν καὶ βαθύνεις τὰ φρέατα, ἀπολαύεις δὲ τῶν ὑδάτων κάτωθεν ἀνιμώμενος· ὁμόδουλος γὰρ, ἀλλ' οὐ ποιητὴς τῶν στοιχείων ὑπάρχεις. Τῷ δὲ Ποιητῇ ῥᾴδιον, οὐκ εἰς ἀκρώρειαν μόνον, ἀλλὰ καὶ εἰς ἀέρα μέσον ἀνασπᾶσαι τῶν ὑδάτων τὴν φύσιν, καὶ τὴν πικρὰν γλυκᾶναι, καὶ πῆξαι τὴν λελυμένην, καὶ λῦσαι τὴν δεδεμένην, καὶ τὴν συνεχῆ διακρῖναι, καὶ τὴν ῥοώδη στῆσαι, καὶ τὴν κάτω φέρεσθαι πεφυκυῖαν ἀνατρέχουσαν δεῖξαι, καὶ τὴν ψυχρὰν δίχα πυρὸς θερμῆναι. Καὶ ταῦτα ποιεῖ διὰ σὲ τὸν ἀχάριστον, ἵν' ἔχῃς ἀπολαύειν καὶ θερμῶν ἀχειροποιήτων, ἵνα τὰ τοῦ σώματος θεραπεύσῃς παθήματα. Καὶ ταῦτα δὲ πάλιν ποικίλα σοι προὔθηκεν καὶ εἰς ἐναντίας χρείας ἁρμόζοντα. Τὰ μὲν γὰρ χαυνοῖ τὰ τεταμένα τῶν νεύρων· τὰ δὲ σφίγγει καὶ τονοῖ τὰ λελυμένα· καὶ τὰ μὲν φλέγματι πολεμεῖ, τὰ δὲ μελαίνῃ χολῇ· τὰ δὲ ἕλκη ξηραίνει. Τοσαύτην καὶ ἐν τοῖς θερμοῖς ὕδασι χρείαν ὁ κηδεμών σοι προτέθεικε· σὲ δὲ οὐδὲν πείθει μὴ βλασφημεῖν, ἀλλὰ μένεις ἀχαριστῶν, καὶ λοιδορούμενος, καὶ τὰ Μανιχαίου νοσῶν, ὃς σιτίων καὶ ποτῶν ἀπολαύων, λοιδορεῖται τοῖς χορηγοῦσι, καὶ θερισταῖς ὁμοῦ καὶ ἀρτοποιοῖς, καὶ τοῖς τὸν ἄρτον διχῆ τέμνουσιν ἐπαρᾶται, αὐτὸς τέμνειν μὲν οὐκ ἀνεχόμενος, ἐσθίων δὲ τὸ τεμνόμενον. Οὕτω καὶ σὺ, μυρίων ὅσων ἀγαθῶν ἀπολαύων, ὧν ὁ Δημιουργός σοι προσφέρει καθεκάστην ἡμέραν διὰ τῆς κτίσεως, ἀχαριστεῖς τῷ προσφέροντι, καὶ λοιδορῇ, καὶ βλασφημεῖς, λέγων αὐτὸν μὴ προνοεῖν ὧν πεποίηκεν. Ὅρα δὲ πόσην ἀδικίαν αὐτοῦ καταψηφίζῃ, τοιαῦτα συκοφαντῶν. Τί δήποτε γὰρ καὶ πεποίηκε, τούτων ἐπιμελεῖσθαι μὴ θέλων; Τίνος δὲ χάριν οὐ κήδεται; ὡς δυνάμενος μὲν, οὐ βουλόμενος δέ; ἢ βούλεται μὲν, οὐ δύναται δέ; Ἀλλ' ὅτι μὲν δύναται, μαρτυρεῖ τὰ γεγονότα. Πῶς γὰρ ἂν ἐποίησε τῶν ὁρωμένων τὰ μεγέθη, τὰ κάλλη, τὴν ἁρμονίαν, δύναμιν οὐκ ἔχων ἀρκοῦσαν τῇ γνώμῃ; Πῶς δ' ἂν εἰς κοινωνίαν καὶ σχέσιν τὰ διεστῶτα συνήγαγεν, ὕδωρ καὶ πῦρ, ἡμέραν καὶ νύκτα, καὶ μίαν ἐκ πάντων ἁρμονίαν καὶ συμφωνίαν εἰργάσατο, ὁ προνοεῖν οὐ δυνάμενος; Μεῖζον γὰρ πολλῷ τῷ μέτρῳ, τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγεῖν, τοῦ τῶν ὄντων προνοεῖν. Ἀλλ' ὅτι μὲν δύναται, μάρτυς ἡ κτίσις· ὅτι δὲ καὶ βούλεται, πάλιν αὐτὴ μαρτυρεῖ. Οὐ γὰρ ἄλλου τινὸς ἀναγκάζοντος ἐπὶ τὴν δημιουργίαν ἐλήλυθεν, οὔτε μὴν ὡς δεόμενος τὴν κτίσιν παρήγαγεν· ἀλλὰ ἀγαθὸς ὢν, καὶ ἀγαθότητα

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
