# De providentia orationes decem 83.588

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.588

των, εἰς δὲ τὰς ῥίζας ἐκπέμπει τὴν αὐξητικὴν δύναμιν, καὶ οἷόν τινι μάστιγι τῷ κρυμῷ, τὴν ἄνω φερομένην ἐπὶ τὰ κάτω διώκει. Διαφθείρει τῶν ἑρπετῶν τὰ σώματα, καὶ φυτοῖς καὶ σπέρμασι λυμαινόμενα· χορηγεῖ σοι τῶν τροφίμων ὀρνίθων τὰ γένη. Καὶ τί δεῖ λέγειν τοὺς ἀπὸ γῆς καρποὺς, τοὺς ἐκ πηγῶν, τοὺς ἐκ ποταμῶν, τοὺς ἐκ θαλάττης; Τούτων ἀπολαύων ἀμνημονεῖς τοῦ δοτῆρος; Καὶ τὴν κτίσιν τρυγῶν, κατὰ τοῦ Κτίστου λυττᾷς, καὶ μέμηνας, καὶ παραπαίεις; Καὶ οὐκ αἰσθάνῃ τῶν δωρεῶν, ταύτας ἐν ταῖς χερσὶ περιφέρων, ἀλλ' ὠδίνεις τὴν ἀντίῤῥησιν; Οἶδα γάρ σου τὰς ἀντιθέσεις, ἐγὼ δὲ οὔτε ταύτας τῷδε τῷ λόγῳ προσθήσω, οὔτε τὰς λύσεις προσαρμόσω. Ἕτερον δὲ λόγον συνεργὸν ἔχων, τὴν ὑπὸ σοῦ πολεμουμένην προμήθειαν ὑφῆναι διὰ τούτων βεβούλευμαι. Ἐνταῦθά σε τοίνυν καταλιπὼν, καὶ τῇ τῶν εἰρημένων ἐντρυφῆσαι θεωρίᾳ παρακαλέσας, καὶ πανταχόθεν ἑλκῦσαι τὴν ὠφέλειαν, τὸν τοῦ παντὸς Κυβερνήτην ὑμνήσω· ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ Γʹ. Ἀπόδειξις ἀπὸ τῆς τοῦ ἀνθρωπείου σώματος κατασκευῆς. Οἱ μὲν εὖ μάλα πως τὸ σῶμα διακείμενοι, τῆς ἀπὸ τῶν ἰατρῶν θεραπείας οὐ δέονται· ἀκραιφνὴς γὰρ ὑγεία τῆς τῶν φαρμάκων ἐπικουρίας οὐκ ἐνδεής· οἱ δ' ὑπὸ νόσου πολεμούμενοι, καλεῖν εἰώθασι τοὺς ἰατροὺς εἰς βοήθειαν, καὶ τοῖς ὅπλοις τῆς τέχνης κατὰ τῶν παθῶν χρώμενοι συνεργοῖς, ὥσπερ τινὰς πολεμίους ἐκ τῶν σωμάτων διώκειν ἐπιχειροῦσιν. Ἰατρικὴ γὰρ τέχνη σωμάτων ἐπίκουρος, καὶ παθῶν ἐπίβουλος. Καὶ τὰς ψυχὰς τοίνυν οἱ μὲν ἐῤῥωμένας ἔχοντες, καὶ τῇ τῆς εὐσεβείας ὑγείᾳ λαμπρυνομένας, τῶν διδασκαλικῶν φαρμάκων οὐ χρῄζουσιν· οἱ δὲ προλήψει πονηρᾷ κατεχόμενοι, καὶ τῶν βδελυρῶν δογμάτων τὴν νόσον δεξάμενοι, καὶ τῷ χρόνῳ τὴν διάθεσιν ἕξιν ἐργασάμενοι, πολλῶν μὲν δέονται καθαρτηρίων, τὴν μοχθηρὰν ἐκείνην ὕλην ἀναμοχλεῦσαι δυναμένων, καὶ τὰς ψυχὰς καθαρὰς ἀποφῆναι· πολλῶν δὲ φαρμάκων, τοὺς γεννητικοὺς ἐκείνης πόρους τῷ δραστηρίῳ κλώντων τε καὶ φραττόντων, καὶ τὰς πονηρὰς ὠδῖνας παυόντων. Ἐπειδὴ τοίνυν παγχάλεπος καὶ δυστράπελος τῶν τὴν κτίσιν προνοίας ἀποστερεῖν ἐπιχειρούντων ἡ νόσος, δύο μὲν αὐτοῖς ἤδη φάρμακα προηνέγκαμεν, ἐκ τῶν τῆς κτίσεως μορίων ταῦτα κεράσαντες· ἵνα δὲ πρόῤῥιζον ἀνασπάσωμεν τὴν νόσον, καὶ τέλεον αὐτοὺς τῆς χαλεπῆς ἀπαλλάξωμεν ἀῤῥωστίας, καὶ τρίτον αὐτοῖς κατασκευάσαι τε καὶ προσενεγκεῖν πειρασόμεθα. Τῆς δὲ κατασκευῆς τὰς ὕλας οὐκ ἐξ οὐρανοῦ, καὶ γῆς, καὶ θαλάττης, οὐδ' ἐξ ἡλίου, καὶ σελήνης, καὶ τῶν ἄλλων φωστήρων, οὐδ' ἐξ ἀέρος, καὶ νεφῶν, καὶ πνευμάτων, οὐδ' ἐκ ποταμῶν, καὶ πηγῶν, καὶ φρεάτων,

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
