# De providentia orationes decem 83.593

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.593

Ταύτην τοίνυν κυριώτατον οὖσαν μόριον, καὶ τὴν ἡγεμονίαν τοῦ σώματος πεπιστευμένην, καθάπερ τινὰ βασιλέα πάντοθεν περιφράττει, καὶ περίβολον αὐτῇ ἰσχυρὸν τὸν θώρακα περιτίθησιν, ἵνα μηδὲν αὐτὴν ῥᾳδίως τῶν ἔξωθεν προσπιπτόντων λυπῇ. Ἐπειδὴ δὲ διηνεκῶς κινεῖται (ἀρτηριῶν γὰρ αὕτη πηγὴ), κάτωθεν μὲν ὑπέστρωσεν αὐτῇ οἷόν τινα στρωμνὴν μαλακὴν, τὸ μανὸν καὶ σπογγοειδὲς καὶ πολύπορον καὶ ἀρτηριῶδες τοῦ πνεύμονος σῶμα· ἄνωθεν δὲ, τό τε κωνοειδὲς αὐτῆς ἰσχυρὸν ἀπειργάσατο, καὶ χιτῶνα ὑμενώδη μὲν, στεγανὸν δὲ καὶ ἰσχυρὸν περιτέθεικεν. Ὕλην δὲ τροφῆς αὐτῇ χορηγεῖ, οὐ τὸ πνεῦμα μόνον, ἀλλὰ καὶ τὸ αἷμα· ἕλκει δὲ τοῦτο, οἷον διά τινος ὁλκοῦ τῆς κοίλης φλεβὸς, ἀπὸ τῶν τοῦ ἥπατος μορίων. Τὸ δὲ ἧπαρ ἐκ τῆς γαστρὸς ταύτην ἀνιμᾶται τὴν ὕλην. Ἡ δὲ γαστὴρ, διὰ τοῦ στομάχου τὴν ὑπὸ τῶν ὀδόντων τεμνομένην, καὶ ὑπὸ τῶν μυλῶν λεπτυνομένην τε καὶ λεαινομένην ἕλκει τροφήν· ἕλκουσα δὲ, πρότερον κατέχει καὶ χυλοῖ, καὶ ἀλλοιοῖ, καὶ μεταβάλλει, καὶ πρὸς ἑαυτὴν ὁμοιοῖ· εἶτα διαπεφθεῖσαν καλῶς καὶ ἀλλοιωθεῖσαν, ἀποκρίνει δικαίως, καὶ παραχωρεῖ μὲν τῷ ἥπατι διηθεῖν καὶ ἕλκειν ταύτης τὸ καθαρὸν, τὸ δὲ περιττὸν ἀπωθεῖται, καὶ τοῖς ἐντέροις παραπέμπει, τῇ προωστικῇ δυνάμει συνεργῷ κεχρημένη. Οὕτω τὸ ἧπαρ τὸ καθαρὸν τῆς τροφῆς ὑποδεξάμενον, οὐκ ἀρκεῖται τῇ γενομένῃ καθάρσει καὶ διακρίσει, ἀλλ' οἷόν τισι πάλιν ἠθμοῖς, ταύτην διαιρεῖ καὶ καθαίρει, καὶ τὴν μὲν οἷον ὑποστάθμην καὶ παχυτάτην τρύγα, διά τινων αἰτιῶν ἕλκων ὁ σπλὴν, ταύτην ποιεῖται τροφήν· τὸ δὲ πέρα τοῦ μέτρου πεφθὲν, καὶ τὴν χολώδη μεταλαβὸν ποιότητα, καὶ εἰς τὸ ὠχρὸν μεταπεσὸν σῶμα, λαμβάνει τὸ χοληδόχον ἀγγεῖον· τὸ δὲ ῥοῶδες καὶ λίαν λεπτὸν, καὶ τροφῆς ἄμοιρον, εἰς τὸ τῶν ὑγρῶν περιττωμάτων δοχεῖον χωρεῖ. Οὕτως ἀκραιφνῶς καθαρὰν τὴν τροφὴν ἐκείνην γενομένην, καὶ ὁμοιωθεῖσαν τῷ ἥπατι, καὶ εἰς αἵματος μεταβᾶσαν φύσιν, ἡ κοίλη παραλαβοῦσα φλὲψ, χορηγεῖ μὲν τῇ καρδίᾳ τὴν χρείαν, ἄνεισι δὲ ἄνω, καὶ εἰς πολλὰς διασχιζομένη φλέβας, τρέφει μὲν τὸν θώρακα, τρέφει δὲ ὤμους, καὶ χεῖρας, ἀφικνεῖται δὲ μέχρις ὀνύχων, περιπλέκεται τῷ τραχήλῳ, καταλαμβάνει τὴν κεφαλὴν, κάτεισιν εἰς γλουτοὺς, καὶ μηροὺς, καὶ γόνατα, καὶ σκέλη, καὶ πόδας, καὶ ἁπαξαπλῶς, ἅπαν τὸ τοῦ σώματος περινοστεῖ μόριον, καὶ οὐδὲν τῶν ζώντων μελῶν ταύτης ἀποστερεῖ τῆς ἀρδείας. Ὁλκοῖς γάρ τισι καὶ ὀχετοῖς ἐοίκασιν αἱ φλέβες, ἄρδειν τὸ σῶμα πεπιστευμέναι· διὸ καὶ λεπτὸν καὶ μανὸν ἔχουσι τὸν χιτῶνα, ὥστε ῥᾳδίως τὰ παρακείμενα μόρια τὴν τροφὴν ἐκεῖθεν ἀρύεσθαι· αἱ δ' ἀρτηρίαι, οὐ στεγανοὺς μόνον, ἀλλὰ καὶ διπλοῦς ἔχουσι τοὺς χιτῶνας· πνεύματος γὰρ, ἀλλ' οὐχ αἵματός εἰσι δοχεῖα· λεπτομερῶς δὲ καὶ ῥᾳδίως ἐκρέει τὸ πνεῦμα. Βλέπε τοιγαροῦν κἀνταῦθα τοῦ Ποιητοῦ τὴν προμήθειαν. Τὰς μὲν γὰρ φλέβας, ἅτε δὴ αἷμα τοῖς μορίοις τοῦ σώματος κομιζούσας, ἀπὸ λεπτῶν ὑμένων πεποίηκε, καὶ οἷον ἀραιά τινα τῇ

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
