# De providentia orationes decem 83.596

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.596

τρυμαλιᾷ αὐτῇ περιβόλαια περιτέθεικε. Παχυμερὲς γὰρ τὸ αἷμα, καὶ μεγάλων εἰς ἔκκρισιν δεόμενον πόρων. Ἵνα τοίνυν καὶ μὴ ἅπαν ἐκρέῃ, καὶ οἷόν τινα νοτίδα τοῖς παρακειμένοις παρέχῃ μορίοις, τοιαύτην τοῖς ἀγγείοις τὴν φύσιν πεποίηκε. Τὰς δὲ ἀρτηρίας τὸ πνεῦμα πανταχοῦ κομιζούσας (λεπτομερὲς δὲ τοῦτο, καὶ ῥᾳδίως φροῦδον γινόμενον), καὶ διὰ τῶν σμικροτάτων μερῶν εὐπετῶς ἐκκρινόμενον· οὐκέθ' ὁμοίως ὁ Πλάστης ἐξύφηνεν, οὐδὲ ἐξ ἑνὸς αὐτὰς μόνου χιτῶνος ἐποίησεν, ἀλλ' ἐκ δύο στεγανῶν καὶ λίαν συχνῶν. Παρέθηκε δὲ ταῖς φλεψὶ τὰς ἀρτηρίας, ἵνα τῇ κινήσει τοῦ θερμοῦ πνεύματος τὸ αἷμα νυττόμενον, πανταχοῦ διατρέχῃ. Οἶδε γὰρ ἡ στάσις τὴν πῆξιν ἐργάσασθαι. Τούτου χάριν ἔν τισι μορίοις ἐνέφυσε ταύτας ἀλλήλαις διὰ σμικροτάτων τινῶν πόρων, ὅπως καὶ τὸ αἷμα βραχέος τινὸς μεταλαμβάνῃ πνεύματος, ὠθοῦντος αὐτὸ καὶ κινεῖσθαι βιαζομένου, καὶ τὸ πνεῦμα νοτίδος ἀπολαύῃ, τέγγοντος αὐτὸ καὶ ὑγραίνοντος, καὶ ξηραίνεσθαι αὐτὸ παντελῶς οὐκ ἐῶντος. Τίς τῶν φιλοτίμων πώποτε, καὶ λίαν εὐπόρων, οἰκίαν δειμάμενος, οὕτως ὁλκῶν ὑδραγωγῶν προμηθεῖται, καὶ κρουνοῖς ἀφθονίαν ἐπινοεῖ, καὶ κρήνας καὶ ληνοὺς εἰς τέρψιν παρασκευάζει, ὡς ὁ Δημιουργὸς τῶν ὅλων τὴν λογικὴν ταύτην οἰκίαν τεκτηνάμενος, τοσούτοις αὐτὴν καὶ τηλικούτοις περιεστοίχισεν ἀγγείοις χορηγοῦσι τὴν χρείαν; Τίς δὲ οὕτως ἀρχιτέκτων ὢν, ζεφύρου πνοαῖς καταπνεῖσθαι τὰς οἰκίας μηχανώμενος, εὐρύνει τὰς εἰσόδους τοῦ πνεύματος, ὡς ὁ ἀριστοτέχνης Θεὸς, καὶ τὸ καπνῶδες καὶ λιγνυῶδες ἐκ τοῦ σώματος ἐξιέναι πνεῦμα, καὶ τὸ καθαρὸν εἰσρεῖν καὶ διατρέχειν εἰς ἁπάσας τὰς ἀρτηρίας ἐμηχανήσατο; Τίς δὲ φυτουργῶν οὕτως ὀχετηγεῖ τῶν ὑδάτων τὴν φύσιν, καὶ ταῖς ῥίζαις τῶν φυτῶν τὴν ἀρδείαν προσφέρει, ὡς ὁ τὸ ζῶον τοῦτο φυτεύσας, καὶ τὴν κτίσιν ἅπασαν δημιουργήσας, ἀῤῥήτως ἐπιφέρει διὰ τῶν φλεβῶν τὴν ἀρδείαν τοῖς τοῦ σώματος μέλεσιν; Τῶν γὰρ ἀψύχων δένδρων οὐδὲν κατὰ τὴν τροφὴν οἱ ἄνθρωποι διαφέρομεν· ὁμοίως γὰρ ἐκείνοις ταύτης ὑπάρχομεν ἐνδεεῖς. Τό τε γὰρ δένδρον μὴ τρεφόμενον αὖον γίνεται καὶ ξηρὸν, καὶ ὁ ἄνθρωπος λιμῷ πιεζόμενος, ὡσαύτως πᾶν τὸ ὑγρὸν ἀποτίθεται, καὶ τῷ θανάτῳ παραπέμπεται. Καθάπερ τοίνυν τὰ δένδρα, ἢ τὸν ἐκ νεφῶν ὑετὸν, ἢ τὰ ἐκ ποταμῶν καὶ πηγῶν δεχόμενα νάματα, ἕλκει μὲν διὰ τῶν ῥιζῶν τὴν νοτίδα, τρέφει δὲ τοὺς κλάδους, καὶ τὸν φλοιὸν, καὶ τὴν ἐντεριώνην, τίκτει τε φύλλα, καὶ ἄνθος φύει, καὶ πεπαίνει καρπούς· οὕτω τόδε τὸ ζῶον δέχεται μὲν ἐν τῷ στόματι τὴν τροφὴν, καὶ γίνεται τοῦτο πηγὴ, ὁλκὸν δὲ ὁ οἰσοφάγος μιμεῖται, ὃν στόμαχον ὀνομάζειν εἰώθαμεν· ἡ δὲ γαστὴρ, οἷόν τις ῥίζα, ταύτην ὑποδεχομένη, καθάπερ τινὶ τῶν κλάδων ὑποβάθρᾳ, παραπέμπει τῷ ἥπατι. Τὸ δὲ, οὐκ ἀνέχεται μόνον τῆς χρείας ἀπολαύειν, ἀλλὰ πᾶσι τοῖς μορίοις τοῦ σώμα-

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
