# De providentia orationes decem 83.604

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.604

κινεῖται, καὶ κάρφη, καὶ ἕτερα τοιαῦτα· ἐπίασι δὲ καὶ κώνωπες, καὶ ὅσα τοιαῦτα ζωΰφια, καὶ τὰς βλεφαρίδας ὁρῶντα καθάπερ σκόλοπας, δραπετεύει. Οὕτω καὶ τοὺς ἀστάχυας καθώπλισεν ὁ τῶν ἁπάντων Δημιουργός· ταῖς γὰρ θήκαις τῶν πυρῶν ἐπιθεὶς τοὺς ἀνθέρικας, οὐκ ἐᾷ τὰ σπερμολόγα τῶν ὀρνίθων σφόδρα λυμαίνεσθαι τῷ καρπῷ· ἀλλ' οἷόν τισιν αἰχμαῖς δοράτων δεδίττεται, καὶ δραπετεύειν ποιεῖ. Ἀλλ' ἴσως ἂν εἴποις ἀχαριστίαν νοσῶν· Τί τοίνυν μοι πλέον τῶν ἀσταχύων κεχάρισται; Ἀλλὰ καὶ τῶν ἀσταχύων τὴν φύσιν, ἐμβρόντητε, διὰ τὴν σὴν χρείαν πεποίηκε. Τί τοίνυν ἀχαριστεῖς, εἰ καὶ τὰ σὰ διὰ σὲ τοῖς σοῖς ὅπλοις καθώπλισε; Σὺ σπείρεις τοὺς πυροὺς, ἀχαριστότατε· αὐτὸς ἄρδει καὶ θερμαίνει καὶ τρέφει καὶ φρουρεῖ καὶ φυλάττει, καὶ πέπονά σοι προτίθησι. Σὺ δὲ ἀμήσας, καὶ τῇ ἅλῳ παραδοὺς, καὶ τεμὼν τῇ τέχνῃ, καὶ τῶν ἀχύρων ἀποκρίνας, καὶ μύλῃ λεπτύνας, καὶ τῶν πιτύρων χωρίσας, καὶ ταῖς χερσὶ μάξας, καὶ κλιβάνῳ ἢ ἰπνῷ παραδοὺς, ἐντρυφᾷς τοῖς ἄρτοις, καὶ τὸν χορηγὸν ἀγνοεῖς. Ἀλλ' ἐπὶ τὸν ὀφθαλμὸν ἐπανέλθωμεν. Κατανόησον αὐτοῦ τὴν φύσιν· βλέπε πόσους ἔχει χιτῶνας· βλέπε τὴν ἔξωθεν εὐμορφίαν· βλέπε τὴν τῆς κόρης λεπτότητα, τὴν περικειμένην ἶριν, ἢν στεφάνην ὀνομάζομεν, τὸν κερατοειδῆ κύκλον, τὸν ῥαγοειδῆ χιτῶνα, τὴν κρυσταλλοειδῆ σφαῖραν τὴν ὑπὸ τούτῳ κειμένην, καὶ διὰ μέσου διακύπτουσαν, τὸ περὶ ταύτην διακεχυμένον ὑελοειδὲς ὑγρὸν, τὸ ἀμφιβληστροειδὲς περιβόλαιον, τὴν ἀδενώδη ἕδραν, ἐφ' ἧς ἅπας ἐρήρεισται, τὴν ἐκ τοῦ ἐγκεφάλου δι' ἀγγείου λεπτοτάτου χορηγουμένην τροφὴν, τὴν διὰ τῶν κανθῶν τοῦ περιττώματος ἐκροήν. Σκόπησον εἰς πόσα τὸ αἷμα μετασχηματίζεται χρώματα. Τοῦτο πρῶτον μὲν ἦν σιτίον· τοῖς ὀδοῦσι δὲ λεπτυνθὲν, τῇ γαστρὶ παρεπέμφθη· ἐκείνη πρὸς τὴν οἰκείαν χρόαν τοῦτο μετέβαλε, καὶ λευκὸν ἀπειργάσατο· τοῦτο τὸ ἧπαρ δεξάμενον, πάλιν εἰς τὸ οἰκεῖον μετατίθησι χρῶμα. Οὕτω γενομένη τοῦ αἵματος ἡ φύσις, εἰς ἐγκέφαλον χωροῦσα, πάλιν λευκαίνεται, καὶ εἰς ὀστᾶ μεταπήγνυται, καὶ εἰς νεῦρα στεγανὰ μὲν, εὐκαμπῆ δὲ μετατίθεται. Ἀλλὰ γὰρ ἴσως ὅμοιον ποιῶ τοῖς τὴν ψάμμον ἀριθμεῖν πειρωμένοις, τὴν ἐν τῷ σώματι φαινομένην τοῦ Ποιητοῦ προμήθειαν ἐρευνῆσαι φιλονεικῶν. Κατὰ σαυτὸν τοιγαροῦν πάσας τῇ θεωρίᾳ περινόστησον τὰς αἰσθήσεις, τὴν γεῦσιν, τὴν ὄσφρησιν, τὴν ἀκοήν· ὅπως ἡ μὲν τῶν ὀσμῶν τὴν ἀντίληψιν ἔχει, καὶ τὸ μὲν ἡδὺ προσίεται, τὸ δὲ δυσῶδες ἀπωθεῖται, καὶ τῶν τῆς κεφαλῆς περιττωμάτων τὰς ἐκκρίσεις πεπίστευται. Ἐπειδὴ γὰρ τοὺς κάτωθεν ἅπαντας ἀναπεμπομένους ἀτμοὺς ὡς ὑπερκειμένη

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
