# De providentia orationes decem 83.605

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.605

τοῦ σώματος ὑποδέχεται, ἡ δὲ τούτων πλημμύρα πολλὴν ἂν εἰργάσατο τῷ κυριωτάτῳ μορίῳ, φημὶ δὴ τῷ ἐγκεφάλῳ, τὴν λώβην, οὐδὲ τούτου κατημέλησεν ὁ τῶν ὅλων Ποιητὴς, ἀλλὰ πόρους τινὰς ἐν αὐτοῖς ἐργασάμενος, καὶ σπογγοειδεῖς καὶ σηραγγοειδεῖς πεποιηκὼς, τὰ ὑγρὰ καὶ τὰ παχέα τῶν περιττωμάτων ἐπὶ τὴν ὑπερῷαν καὶ τοὺς μυκτῆρας ὡδήγησε, καὶ δύο τούτοις ἐκκρίσεων ἀπένειμε μόρια, ἵνα συντόμως τὸ βλαβερὸν ἐκφορῆται· τὸ δὲ ἀτμῶδες καὶ λιγνυῶδες περίττωμα ἄνωθεν διὰ τῶν τοῦ κρανίου ῥαφῶν διαφορεῖσθαι καὶ διεξωθεῖσθαι πεποίηκε. Θεώρησον δὲ καὶ τῆς ἀκοῆς τὴν ἐνέργειαν· βλέπε πῶς μυρίας δεχομένη φωνὰς οὐ κορέννυται, οὐ πληροῦται, οὐκ ἴσως ἅπαντα δέχεται, ἀλλ' οἶδεν ὀξείας καὶ βαρείας φωνῆς τὸ διάφορον· εὐφωνίᾳ τέρπεται, καὶ κακοφωνίαν ἀποστρέφεται. Διὰ ταύτης τῶν θείων ἐπαΐομεν λογίων, διὰ ταύτης πᾶσαν ἀνθρωπείαν ἡ φύσις παιδεύεται παίδευσιν, γραμματικὴν, ῥητορικὴν, σοφιστικὴν, ἀριθμητικὴν, ἰατρικὴν, μηχανικὴν, καὶ εἴ τινα ἑτέραν τῶν ἀνθρώπων ἡ φύσις ἐξεῦρε. Ταύτην ὑπόθες τοῖς ἡμετέροις λόγοις τὴν ἀκοὴν, δέξαι φάρμακον τὴν ψυχὴν καθαῖρον, καὶ τῆς πονηρᾶς αὐτὴν βλασφημίας ἐλευθεροῦν· ἐπίθες ταύτῃ πύλας, τὸν λόγον, καὶ πυλωρὸν, τὸν τοῦ Θεοῦ φόβον, καὶ τῶν προσφερομένων σοι λόγων γίνου κριτὴς, καὶ τοῖς μὲν εὐσεβέσιν ὁ πυλωρὸς ἀνοιγέτω τὰς πύλας, τοὺς δὲ βλασφήμους καὶ βδελυροὺς καὶ θεομισεῖς ἀποπεμπέτω, καὶ τὰς πύλας κλειέτω, καὶ οἷόν τινα μοχλὸν ἀῤῥαγῆ, τὸ στεῤῥὸν ἐπιτιθέτω τῆς πίστεως. Οὕτω γὰρ δυνατὸν, τῶν τε πολεμίων ἀπαλλάττεσθαι, καὶ τοὺς φίλους καὶ εὐεργέτας τῶν λόγων ἐπακούοντας, τὰς ψυχὰς ὑγιαίνειν· οὐ κνηθομένους, κατὰ τὸν θεῖον Παῦλον, τὴν ἀκοὴν, οὐδὲ τοῖς τέρπουσι μὲν, βλάπτουσι δὲ τὸ λογικὸν λόγοις ταύτην ὑποτιθέντας· ἀλλὰ κριτὰς ὀρθοὺς καὶ δικαίους τῶν λεγομένων γιγνομένους, καὶ τοὺς ὄνησιν φέροντας ἐκλεγομένους, καὶ τὸν Θεὸν, κατὰ τὸν προφήτην, διὰ παντὸς προορωμένους, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν, καὶ βαδίζοντας καὶ καθημένους, καὶ πᾶν ὁτιοῦν ἢ δρῶντας ἢ πάσχοντας. Αὐτῷ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Δʹ. Ἀπόδειξις ἀπὸ τῶν χειρῶν τῶν ἀνθρωπείων καὶ τῶν ἐφευρεθεισῶν τεχνῶν. Ἤκουσα τῆς προφητικῆς φωνῆς ᾀδούσης καὶ βοώσης· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.» Ἀλλὰ φωνῆς μὲν ἐκεῖθεν φερομένης, ἣν ποιεῖ πνεῦμα διὰ τῆς ἀρτηρίας ὠθούμενον ἐπὶ τὸ στόμα, καὶ λόγος γλῶτταν ἐναρμονίως τοῖς ὀδοῦσι προσφέρων, καὶ χείλη πτυσσόμενα, καὶ ἀὴρ πλησσόμενος, καὶ τὴν ἀντιτυ-

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
