# De providentia orationes decem 83.608

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.608

πίαν ἐργαζόμενος, οὐδεὶς τῶν καθ' ἡμᾶς ἀκήκοε πώποτε ἀνθρώπων. Φαινόμενος δὲ καὶ τό τε μέγεθος, τό τε κάλλος ὑποδεικνὺς, καὶ τῆς ὀροφῆς τοῖς ἀνθρώποις παρέχων τὴν χρείαν, σιγῶν κηρύττει τὸν Ποιητὴν, καὶ τὰς ἁπάντων γλώττας εἰς ὑμνῳδίαν κινεῖ· καὶ καθάπερ οἰκίαν ὁρῶντες τεχνικῶς μάλα γεγενημένην, καὶ ἐπὶ στεῤῥᾶς κρηπῖδος ἐρηρεισμένην, καὶ γωνίαις εὐθείαις συνηρμοσμένην, εὖρός τε καὶ μῆκος ἔχουσαν, καὶ ὕψος, τὴν πρὸς ταῦτα διασῶζον ἀναλογίαν, καὶ φωταγωγοὺς ἐν ῥυθμῷ καὶ τάξει γεγενημένας, καὶ τὰ ἄλλα ὅσα τὰς τοιαύτας οἰκίας λαμπρύνειν φιλεῖ, εὐθὺς τὸν τεχνίτην θαυμάζομεν, καὶ τὸν οὐ παρόντα ζωγραφοῦμεν τῇ διανοίᾳ, καὶ εἰς τὴν ἐκείνου τέχνην πᾶσαν ἐκείνης τῆς εὐπρεπείας ἀναφέρομεν τὴν εὐμορφίαν· οὕτως οὐρανὸν ὁρῶντες, καὶ τῶν κατ' οὐρανὸν φωστήρων τὴν χρειώδη χορείαν, οὐ ταῦτα προσκυνοῦμεν, ἀλλὰ τὸν τούτων Ποιητὴν ταῖς δυναταῖς ὑμνῳδίαις γεραίρομεν, καὶ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν Γενεσιουργὸν θεωροῦμεν. Λογιζόμεθα γὰρ ὀρθῶς καὶ δικαίως· Εἰ τηλικοῦτον τῶν ποιημάτων τὸ μέγεθος, πηλίκος ὁ Ποιητής; καὶ εἰ τοιαύτη τῶν γενητῶν ἡ ὥρα, οἷον τοῦ ἀριστοτέχνου καὶ Ποιητοῦ τῶν ὅλων τὸ κάλλος; Οὕτως, «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·» οὕτως, «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν·» οὐ φωνὴν ἀφιεῖσαι, οὐδὲ διὰ γλώττης φθεγγόμεναι, ἀλλὰ διηνεκῶς ἀλλήλας διαδεχόμεναι, καὶ πρὸς τὴν τῶν ἀνθρώπων χρείαν ὑπ' ἀλλήλων πλεονεκτούμεναι· καὶ τοσοῦτόν πως ἐκβοῶσιν, ὡς ἁπάντων ἀνθρώπων τὸ γένος τῆς τούτων ἐπαΐειν φωνῆς. «Οὐκ εἰσὶ γὰρ, φησὶ, λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.» Ἅπαν γὰρ ἔθνος, καὶ ἅπασα γλῶσσα τῶν τῆς ἡμέρας καὶ τῆς νυκτὸς κηρυγμάτων ἀκούει. Αἱ μὲν γὰρ γλῶτται τὸ διάφορον ἔχουσι, μία δὲ φύσις τὴν αὐτὴν παρὰ τούτων δρέπεται χρείαν. Οὕτω πάλιν ὁ ταῦτα εἰρηκὼς, ἐν ἑτέρῳ ψαλμῷ τὸν Δημιουργὸν ἀνυμνῶν, ἔλεγεν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.» Εἰς ἐμαυτὸν γὰρ, φησὶ, στραφεὶς, καὶ ἐν ἐμαυτῷ γενόμενος, καὶ τῶν ἔξωθεν ἁπάντων θορύβων ἀπαλλαγεὶς, ἐν θεωρίᾳ τῆς ἐμαυτοῦ γενέσθαι φύσεως ἠβουλήθην, καὶ τὴν λογικὴν τῆς ψυχῆς ἀκριβῶς δύναμιν κατιδεῖν, τὰς ἐπιστήμας, ὧν ἐστι δεκτικὴ, τὰς τέχνας, ὧν τὸν βίον ἐνέπλησε, δι' ὧν ἥδιον καὶ θυμηρέστερον βιοτεύει, ὧν ὠδίνει λόγων τὸ πλῆθος, ὧν δέχεται τὴν ἀμετρίαν· πῶς ἀποτίθεται ταῦτα, καὶ διακεκριμένως φυλάττει· πῶς προφέρει ῥᾳδίως τῶν ἀποκειμένων ὃ βούλεται· πῶς ἰθύνει τὸ σῶμα, καὶ ὀφθαλμοῖς μὲν, ὄγκων καὶ χρωμάτων ἐγχειρίζει διάκρισιν· γλώττῃ δὲ, χυμοὺς δικάζειν ἐπίστευσε, καὶ διάκονον τῶν οἰκείων ὠδίνων ἐχειροτόνησεν, ὀσμῶν δὲ κριτήριον ἀπέφηνε τὰς ῥῖνας, καὶ λόγοις ἔξωθεν φερομένοις τὰς ἀκοὰς ἀνεπέ-

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
