# De providentia orationes decem 83.609

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.609

τασε· τῷ δὲ λοιπῷ σώματι τὴν ἁπτὴν ἐνεχείρισε δύναμιν· καὶ παρέχει μὲν τούτοις τὴν αἰσθητικὴν ἐνέργειαν, ἀντιλαμβάνει δὲ παρὰ τούτων καὶ λύπην καὶ εὐφροσύνην· ταῦτα καὶ ὅσα τοιαῦτά φησι λογιζόμενος, καὶ ὁρῶν τὴν τῶν ἐναντίων τούτων συνδρομὴν εἰς ἑνὸς ζώου κατασκευὴν, καὶ τοῦ θνητοῦ καὶ ἀθανάτου συμφυΐαν καὶ συζυγίαν, νικῶμαι τῷ θαύματι, καὶ τῆς θεωρίας οὐκ ἐφικνούμενος, τὴν ἧτταν ὁμολογῶ, καὶ τῆς τοῦ Δημιουργοῦ σοφίας ἀνακηρύττων τὴν νίκην, καὶ τὸν Ποιητὴν ἀνυμνῶν, βοῶ· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.» Καὶ ταῦτα καὶ ἡμῖν ἐπὶ τοῦ παρόντος ἁρμόττει τὰ ῥήματα, τὴν φαινομένην ἐν τοῖς τοῦ ἀνθρωπείου σώματος μορίοις σοφίαν κατιδεῖν ἐθελήσασι μὲν, τῇ δὲ πείρᾳ τὴν ἀσθένειαν διδαχθεῖσιν. Οὐ μικρὰ δὲ ὅμως ἐκ τῆς ἀμυδρᾶς κεκερδήκαμεν θεωρίας· ἐθεασάμεθα γὰρ καὶ ἐν τῷ βραχυτάτῳ μορίῳ τοῦ σώματος τὴν τοῦ Θεοῦ διαλάμπουσαν προμήθειαν. Τί γὰρ τριχῶν εὐτελέστερον; τί δὲ οὕτως ἐν τοῖς τοῦ σώματος μορίοις αἰσθήσεως ἄμοιρον; Ἀλλ' ὅμως καὶ τούτων τὴν χρείαν ἀναγκαίαν ἔδειξεν ὁ λόγος· καὶ μαρτυροῦσιν ὀφρύες καὶ βλεφαρίδες, μαρτυροῦσι δὲ καὶ αἱ τὴν κεφαλὴν κοσμοῦσαί τε ὁμοῦ καὶ καλύπτουσαι· καὶ γὰρ καὶ τούτων τὴν χρείαν οἱ τούτων ἐψιλωμένοι διδάσκουσι. Πρῶτον μὲν γὰρ ἐρυθριῶσιν ὡς κάλλους ἐστερημένοι· ἔπειτα δὲ καὶ ἕτερα ἄττα ἐπινοοῦσι καλύμματα, τὴν ἐκείνων χρείαν ἀποπληροῦντα. Καὶ ὡς ἔοικε, τούτου χάριν καὶ γυμνωθῆναι τούτων ἐνίας κεφαλὰς ὁ Δημιουργὸς συνεχώρησεν, ἵνα μάθωμεν ὅπως καὶ τούτων προμηθούμενος ὁ Ποιητὴς, οὕτω τὸ ζῶον διέπλασεν. Οὕτω τοὺς εἰς ἄνδρας λοιπὸν τελοῦντας, καὶ τὴν μειρακιώδη ὑπερβαίνοντας ἡλικίαν, τῷ γενείῳ κατακοσμεῖ, καὶ μοῖράν τινα τῶν παρειῶν σὺν τῷ ἀνθερεῶνι. Πρότερον μὲν γὰρ ἴουλος ἀνθεῖ, μετὰ δὲ ταῦτα κόμη μετρία καλύπτει, ἵνα τῇ προσθήκῃ διδάξῃ τῶν ἡλικιῶν τὸ διάφορον, καὶ πείσῃ διὰ τοῦ σχήματος, τῶν παιδικῶν μὲν ἀθυρμάτων ἀπέχεσθαι, τὰ δὲ σπουδαῖα τῶν ἔργων προσίεσθαι. Ἐπειδὴ δὲ γυναιξὶν αἱ ὠδῖνες εἰς τοιαύτην διδασκαλίαν ἀρκοῦσι, μόνων οὕτω τὰς τῶν ἀνδρῶν παρειὰς ἐστεφάνωσεν. Εἰ δέ τις μόνον ἀντιλέγειν τῇ ἀληθείᾳ δεδιδαγμένος, τὰς ἐν ἄλλοις μορίοις τοῦ σώματος τῶν τριχῶν ἐκφύσεις προβάλλοιτο, μανθανέτω καὶ περὶ τούτων μάτην ἀχαριστῶν. Αὐτοφυὲς γὰρ ἡ φύσις περιτέθεικε κάλυμμα, οἷς τὰ χειροποίητα περιτιθέναι σπουδάζομεν. Διὰ τοῦτο, οἷς μὲν τὸ λογικὸν οὐδέπω διακρίνειν ἀρετὴν καὶ κακίαν ἐπίσταται, οὐ περιτέθεικεν ἡ φύσις τὸ ἐκ τριχῶν περιβόλαιον· τοὺς δὲ ἤδη τῆς γνώσεως ἀρξαμένους, καὶ τῶν μελῶν ἑκάστου τὴν χρείαν δεδιδαγμένους, εὖ μάλα καὶ λίαν καλῶς τούτῳ τῷ διαζώματι κατεκόσμησεν, ὥσπερ ἐρυθριῶντας ἐφ' οἷς οὐκ ἔδει καλύπτουσα· ταύτην γὰρ οὐκ εἶχεν ἐν τῷ παραδείσῳ τὴν αἰσχύνην ὁ γενάρχης Ἀδάμ. «Ἦσαν γὰρ, φη-

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
