Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.612
Not analysed yet
σὶν, οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰρ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.» Μετὰ δὲ τὴν τοῦ νόμου παράβασιν, εἰς αἴσθησιν ἐλθόντες τῶν ἐπταισμένων, καὶ τῆς θείας φωνῆς ἀκούσαντες, ἔῤῥαψαν φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Ἄθρει τοιγαροῦν, ὦ πικρὲ τῆς δημιουργίας ὁμοῦ καὶ τῆς προνοίας κατήγορε, καὶ ἐν τούτοις τοῖς μέλεσι τὴν τοῦ Ποιητοῦ κηδεμονίαν. Περὶ ὧν σὺ μὲν καὶ ἀκούων ἐρυθριᾷς, ὁ δὲ Δημιουργὸς καὶ διαπλάττων ἀγάλλεται· «Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν·» καὶ, «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν.» Καὶ πρώτη εὐλογία Θεοῦ· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.» Ἐπειδὴ δ' ὁ λόγος εἰς τὰ δοκοῦντα μέλη τοῦ σώματος, κατὰ τὸν θεῖον Παῦλον, ἀτιμότερα ὑπάρχειν, οὐκ οἶδ' ὅπως ἐξελθεῖν ἐβιάσθη, βλέπε πάλιν τὴν ἄῤῥητον τοῦ Ποιητοῦ φιλανθρωπίαν. Τὸ μὲν γὰρ στόμα, καὶ λόγῳ διακονεῖν, καὶ τροφὴν ὑποδέχεσθαι, καὶ παραπέμπειν τῇ γαστρὶ πεπιστευμένον, πλησίον ἔθηκε τῶν ὀμμάτων· τὸν δὲ τῶν ἐκκρίσεων πόρον, ἀποκναίειν τὰς ὄψεις δυνάμενον, καὶ τροφῆς ἀποτρέπειν, καὶ βδελυγμίας ἀναπιμπλᾶναι, οὐ μόνον πόῤῥω που τούτων πεποίηκεν, ἀλλὰ καὶ παντελῶς ἀφανῆ τούτοις κατέστησεν, εἰς τοὐπίσω τὸ ἀπευθυσμένον ἔντερον ἀποκλίνας, μεταξὺ δὲ τῶν γλουτῶν τὸν πόρον ἀνοίξας, καὶ τῇ τούτων προβολῇ πάλιν αὐτοφυὲς αὐτῷ μηχανησάμενος κάλυμμα. Αἰσχύντητι τοιγαροῦν τῆς θείας φιλανθρωπίας τὴν ἀμετρίαν· φρίξον αὐτῆς τὴν ἄῤῥητον κηδεμονίαν, ὁρῶν αὐτὴν δημιουργοῦσαν, ἃ σὺ λέγειν αἰσχύνῃ, ὁρῶν αὐτὴν προμηθουμένην, ὧν καὶ τὴν μνήμην ἐρυθριᾷς. Ἐπειδὴ γὰρ θνητόν ἐστι τὸ ὁρώμενον τοῦ ζώου, καὶ τροφῆς ἅτε δὴ θνητὸν ἐνδεὲς, ἀναγκαίως αὐτῷ καὶ στόμα ἐνέφυσε, καὶ πόρους ἐκκρίσεων, καὶ κύκλους ἐντέρων πολυελίκτους ἐδημιούργησε, τὸ ἰλυῶδες, τῆς τροφῆς ὑποδεχομένων, καὶ οὐκ εὐθὺς προϊεμένων, ὅπως μὴ συνεχῶς ἡμῖν ἡ χρεία τῶν σιτίων παρενοχλῇ, τῆς κενώσεως ἀεὶ τὴν πλήρωσιν ἀπαιτούσης. Καὶ τί δεῖ πάντα καταλέγειν τὰ τῆς φύσεως θαύματα; Καιρὸς γὰρ ἤδη λοιπὸν ἐπὶ τὰς χεῖρας ἐλθεῖν, ὧν τὴν μνήμην τῇ προτεραίᾳ παραλιπόντες, ὑπεσχόμεθα σήμερον τούτων ἑρμηνεῦσαι τὴν χρείαν. Βλέπε τοίνυν αὐτὰς, οὔτε πέρα τῆς χρείας ἐκτεταμένας, ἵνα μὴ φορτίον περιττὸν τῷ λοιπῷ γένωνται σώματι, οὔτε αὖ πάλιν ἐνδεέστερον ἢ ἔδει τὸ μῆκος ἐχούσας, ἀλλὰ τοῖς ἔργοις ὧν χάριν ἐγένοντο ἀναλογοῦν δεξαμένας τὸ μέτρον. Τούτου χάριν αὐ-