# De providentia orationes decem 83.613

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.613

τὰς καὶ τριχῇ διεῖλεν ὁ Πλάστης, καὶ τὴν μὲν πρώτην ἁρμονίαν τοῖς ὤμοις ἐντέθεικεν, ἀγκῶνι δὲ βραχίονα καὶ πῆχυν συνήρμοσε, τῷ δὲ καρπῷ τὴν ἑτέραν τοῦ πήχεως συναρθρώσας ἀρχὴν, καὶ τούτῳ τὸ μετακάρπιον ἐπιθεὶς, τοὺς πέντε τούτῳ δακτύλους ἐνέφυσε. Καὶ ἕκαστον δὲ τούτων ἐκ τριῶν σκυταλίδων συνέθηκε· καὶ τῶν μὲν τὰς ἀρχὰς κοιλάνας, τῶν δὲ σφαιροειδεῖς τεκτηνάμενος, καὶ τῷ κοίλῳ τὸ σφαιροειδὲς ἐμβαλὼν, νεύροις τε ἐνέδησε στεγανοῖς, καὶ μυσὶ τὴν ἑκούσιον κίνησιν ἐγχειρίσας, μαλακῷ ἠμφίεσε δέρματι, ἵνα συναγομένοις ἐμποδὼν ἡ σκληρότης μὴ γίγνηται. Καὶ τὰ ἄκρα δὲ τῶν δακτύλων ἔνδοθεν χαῦνα δημιουργήσας, ἔξωθεν τῆς ἀσφαλείας ἐφρόντισεν. Ὄνυχας γὰρ αὐτοῖς λεπτοὺς καὶ πλατεῖς ἐπέθηκε, περιφερεῖς ἔξωθεν τὰς προβολὰς ἔχοντας· καὶ λεπτοὺς μὲν πεποίηκεν, ἵνα μὴ τὴν μαλακὴν τῶν ἄκρων βαρῶσι σάρκα, περιττὸν φορτίον γινόμενοι· πλατεῖς δὲ, ὅπως ἐν ταῖς ἐπιπόνοις ἐργασίαις ἀντέχωσιν, ἔξωθεν τὸ χαῦνον τῆς ἔξω κειμένης σαρκὸς ὑπερείδοντες· περιφερεῖς δὲ τούτων τὰς προβολὰς ἐτεκτήνατο, τὸ δυσπαθὲς αὐτοῖς διὰ τοῦδε τοῦ σχήματος μηχανώμενος. Εὔθραυστοι γὰρ τῶν τριγώνων καὶ τετραγώνων σχημάτων ἐν τοῖς λεπτοῖς σώμασιν αἱ γωνίαι. Λέουσι μὲν γὰρ, καὶ ἄρκτοις, καὶ παρδάλεσι, καὶ τοῖς ἄλλοις θηρίοις, ὀξεῖς καὶ παχεῖς καὶ μακροὺς καὶ μάλα ἰσχυροὺς ἐνέφυσεν ὁ Ποιητὴς ὄνυχας, καὶ φυσικὴν αὐτοῖς περιτέθεικε πανοπλίαν, ἐπειδὴ τῆς τεχνικῆς αὐτοὺς μεταλαχεῖν βοηθείας ἡ ἀλογία κωλύει. Τὸν δὲ ἄνθρωπον λογικὸν δημιουργήσας, καὶ νοῦν αὐτῷ μυρίων ἐπιστημῶν καὶ τεχνῶν εὑρετὴν ἐμφύσας, γυμνὸν τῆς φυσικῆς πανοπλίας ἐδημιούργησε· καὶ οὔτε ὄνυχας αὐτῷ θηριώδεις ἔδωκεν, οὔτε ὁπλαῖς ἢ χηλαῖς τοὺς τούτου πόδας ἐκάλυψε· πῶς γὰρ ἂν ἐπέβη κλιμάκων; πῶς δὲ ἂν ἐπὶ τοίχων ἔστη λεπτῶν, λίθους ἢ πλίνθους ὑφαίνων, καὶ οἰκίαν κατασκευάζων; πῶς δ' ἂν ἐπ' ἄκρων ἔστη δωμάτων ὁπλαῖς ἢ χηλαῖς κεχρημένος; Νῦν δὲ τὸ μαλακὸν καὶ πρόμηκες τῶν ποδῶν, καὶ τῶν δακτύλων τὸ εὐκαμπὲς, ῥᾳδίαν αὐτῷ τὴν κίνησιν, καὶ ἀσφαλῆ τὴν στάσιν ποιεῖ. Καὶ γυμνοῖς μὲν τοῖς ποσὶ κεχρημένος, εὐπετῶς μάλα καὶ ἐπὶ ξύλων βαδίζει, καὶ λεπτῶν κλιμάκων κατατολμᾷ, καὶ μυρία ἄττα δρᾷ μετὰ πολλῆς εὐκολίας. Τὴν δὲ τῶν ὁπλῶν ἢ τῶν χηλῶν χρείαν ἐπείσακτον ἔχει. Ἐκ γὰρ τῶν ὑπηκόων θρεμμάτων δέρμα λαβὼν, βυρσοδεψικῇ καὶ σκυτοτομικῇ τέχνῃ χρησάμενος συνεργῷ, μιμεῖται τῶν ποδῶν καὶ θέσιν καὶ ὄγκον, μῆκός τε καὶ εὖρος, καὶ οὕτως αὐτοὺς ἀμφιέννυσιν, ὡς ἂν καὶ τῶν ἀντιτύπων σωμάτων ἐν τῷ βαδίζειν τὴν βλάβην ἀπείργωσι, καὶ τῶν κρυμῶν ἀμβλύνωσι τὴν ἀκμήν. Τούτου χάριν ὁ Ποιητὴς μόνῳ τῷδε τῷ ζώῳ τὰ τῶν χειρῶν ἐχαρίσατο μόρια, οἷον ὄργανά τινα λογικῷ πρέποντα. Διὰ τούτων γὰρ οἱ ἄνθρωποι καὶ γῆν ἀροῦσι, καὶ αὔλακας τέμνουσι, καὶ σπέρματα καταβάλλουσι, καὶ σκαπάνην ἢ δίκελλαν μεταχειριζόμενοι, βόθρους ὀρύττουσι, καὶ δένδρα φυτεύουσι, καὶ δρέπανα θήγοντες, νῦν τὰς ἀμπέλους πρὸς

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
