# De providentia orationes decem 83.616

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.616

ὠδῖνας ἐπειγομένας ὁρῶντες τέμνουσι, καὶ τῶν περιττῶν ἀπαλλάττουσι· νῦν δὲ τὰ λήϊα κείρουσι, καὶ δρέπονται τῶν πόνων τὰ ἐπίχειρα χερσὶ χρώμενοι, ἀμαλλοδετῆρες δεσμοῦσι, καὶ εἰς τὰς ἅλως τὰ φορτία κομίζουσι, καὶ τῶν ἀχύρων τοὺς πυροὺς ἀποκρίνουσι. Καὶ τὸ μὲν, ταῖς ἀχυρμιαῖς παραπέμπουσι, τοὺς δὲ, τοῖς δοχείοις ἐναποτίθενται, χερσὶ χρώμενοι συνεργοῖς. Καὶ ἄμπελον τρυγῶσι, καὶ ἐλαίαν συλλέγουσι, καὶ οἶνον ἀποθλίβουσι, καὶ λαχάνων γένη παντοδαπὰ γεωργοῦσι, καὶ ὀπωρῶν εἴδη μυρία ταῖς φιλοτεχνίαις ἐπινοοῦντες, δρέπονταί τε καὶ προσφέρουσι τοῖς ἀπολαύειν ἐθέλουσι. Διὰ χειρῶν ὁ ἀνθρώπειος νοῦς οὐ μόνον τὴν ἤπειρον εὐανθέσι λειμῶσι, καὶ κυμαίνουσι ληΐοις, καὶ ἀμφιλαφέσιν ἄλσεσι καλλωπίζει, ἀλλὰ καὶ τὴν θάλασσαν πολλαῖς ὁδοῖς κατεκόσμησε, καὶ τὴν πᾶσιν ἄβατον τοῖς φύσιν λαχοῦσι πεζὴν, πολλοὺς ἔχειν ὁδίτας ἐμηχανήσατο· τῇ γὰρ θεοσδότῳ σοφίᾳ τὴν ναυπηγικὴν εὑράμενος τέχνην, παρὰ τῆς χαλκευτικῆς, ἣν πρὸ ταύτης ἐμηχανήσατο πέλεκυν λαβὼν, πρίονά τε, καὶ σκέπαρνον, καὶ ὅσα τεκτονικῆς ὄργανα, καὶ παρὰ τῆς πρεσβυτέρας αὐτῆς ἀδελφῆς τῆς γεωργίας τῶν ξύλων τὰ ἄκαρπα τοῖς ὀργάνοις ἐκείνοις τεμὼν, καὶ τὴν μὲν τρόπιν οἷόν τινα θεμέλιον ὑποθεὶς, εἶτα ἐπὶ ταύτης καθάπερ τινὰς τοίχους τὰς σανίδας ὑφήνας, καὶ τοῖς γόμφοις ἄριστα συναρμόσας, τῇ δὲ τῆς πίσσης ἀλοιφῇ καταχρίσας, καὶ τούτῳ τῷ τρόπῳ τοῖς ὕδασι τὴν εἰσροὴν ἀποτειχίσας, ὄχημα θαλάττιον τὸ σκάφος ἀπέφηνε. Ἐπειδὴ δὲ ἔδει καὶ ἵππων καὶ ἡμιόνων τῷδε τῷ ζεύγει, φέρειν δὲ τούτους οὐκ ἴσχυεν ἡ ῥοώδης οὐσία, μηχανᾶται καὶ τοῦτο σοφῶς, ταῖς χερσὶ πάλιν χρησάμενος ὑπουργοῖς, ὁ τοῦ πλοίου κυβερνήτης· ἀντὶ ῥυμοῦ γὰρ τὸν ἱστὸν ἀνορθώσας, καὶ τὰ ἱστία ζυγοῦ δίκην αὐτῷ συνάψας, ταῖς τῶν ἀνέμων αὔραις προσβαλλούσαις, ἀντὶ ἵππων καὶ ἡμιόνων κέχρηται, καὶ ταύτας ὥσπερ τινὰς πώλους ὑπάγει ταῖς ζεύγλαις. Ἐπειδὴ δὲ ἔδει καὶ ἡνίας ἔχειν τὸ σκάφος, τὰ πηδάλια ταύτας μιμεῖται, καὶ τῶν οἰάκων ἐπειλημμένος ὁ κυβερνήτης, οἷά τις ἡνίοχος, καθάπερ ἴτυν ἅρματος τὴν πρύμναν ἔχων, μεταφέρει ῥᾳδίως τῇδε κἀκεῖσε τὸ σκάφος· καὶ οὐ μόνον φιλίου πνεύματος ῥέοντος οἶδεν ἐπιστημόνως ἰθύνειν, ἀλλὰ καὶ τὰς τῶν ἀνέμων ἀτάκτους προσβολὰς διαλύειν, καὶ οἷόν τινας πώλους ἀδαμάστους καὶ δυσηνίους ἀνέχειν τῷ χαλινῷ, καὶ ταῦτα ὁ ἀνθρώπειος νοῦς μηχανᾶται, χερσὶ διακόνοις χρώμενος. Διὰ τούτων καὶ ναύτης ἐρέττει, καὶ κυβερνήτης ἰθύνει, καὶ ἔμπορος ὃν ἐπρίατο ἀποτίθεται φόρτον, καὶ πᾶς ἁλιευτὴς ἀγρεύει, καὶ τὴν μὴ φαινομένην θήραν τῇ εὐμηχάνῳ τῶν δικτύων θηρεύει πλοκῇ. Ἀλλὰ δεῦρο, καταχθῶμεν ἀπὸ τῆς θαλάττης εἰς τὴν ἤπειρον. Οὐκ ἀρκεῖ γὰρ ὁ χρόνος εἰς ἀκριβῆ τέχνης ἑκάστης διήγησιν. Βλέπε τοίνυν τὰς τέχνας ἁπάσας παρ' ἀλλήλων

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
