# De providentia orationes decem 83.628

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.628

ἀλλ' ἐν τῇ φύσει λαβοῦσαι παρὰ τοῦ Ποιητοῦ τῶν ὅλων τὴν φιλόπονον ἐκείνην καὶ φιλόκαλον ἐργασίαν. Σοὶ δὲ τούτων ἕκαστον ὠφελείας ὑπόθεσις. Μανθάνεις γὰρ παρὰ τῶν ἀλόγων ὁ λογικὸς, τὸν μὲν ἀργὸν ὡς βλαβερὸν βδελύττεσθαι βίον, τοὺς δὲ τῆς ἀρετῆς πόνους προθύμως μεταδιώκειν, καὶ πανταχόθεν τὴν ταύτης ἐρανίζεσθαι κτῆσιν· ἀρχὴν, τὴν μὲν οὐ προσήκουσαν, ἥκιστα ζητεῖν, τὴν δὲ προσγινομένην, ὀρθῶς καὶ δικαίως οἰκονομεῖν, κοινὰ τὰ ὄντα νομίζειν, προτιθέναι τοῖς δεομένοις τὴν τούτων ἀπόλαυσιν. Τοῖς μὲν γὰρ εὖ φρονοῦσι, καὶ τὸν χαρακτῆρα τῆς φύσεως ἀκήρατον διασώζουσι, ἀρκεῖ πρὸς διδασκαλίαν ὁ ἔμφυτος λόγος, τοῖς δὲ τοῦτον διαφθείρουσι, καὶ θηριώδη βίον προελομένοις, τὸν ἁρπακτικόν τε καὶ ὠμοβόρον, ἔλεγχος ἀληθὴς πρόκειται τῶν ἀλόγων ἡ εὔτακτος πολιτεία. Τῆς σῆς τοιγαροῦν προμηθούμενος ὠφελείας ὁ Ποιητὴς, φυσικοῖς τισι πλεονεκτήμασι διεκόσμησε τῶν ἀλόγων τὰ γένη, ἵν' ἔχῃς κἀντεῦθεν τὴν ὠφέλειαν καρποῦσθαι. Καὶ τούτου μάρτυς ὁ Σολομὼν, παρακελευόμενός σοι καὶ λέγων· «Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ.» Ἢ πορεύθητι πρὸς τὴν μέλιτταν, καὶ μάθε ὡς ἐργάτις ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται· ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται. Μαρτυρεῖ δὲ καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, διὰ τοῦ Προφήτου λέγων· «Τρυγὼν καὶ τέττιξ καὶ χελιδὼν, ἀγροῦ στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὑτῶν· ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα Κυρίου.» Καὶ πάλιν διὰ Ἡσαΐου· «Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὑτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκε.» Κατηγορεῖ τοίνυν τῶν λόγῳ τετιμημένων τὰ φυσικὰ τῶν ἀλόγων πλεονεκτήματα. Τούτου χάριν ὀλοφυρόμενος ὁ Προφήτης, καὶ τραγῳδῶν τῶν ἀνθρώπων τὴν εἰς ἀλογίαν μετάπτωσιν, ἐβόα· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Διὰ τοῦτο τοὺς μὲν, λύκους οἱ προφῆται προσαγορεύουσι, τοὺς δὲ, λέοντας ἐνεδρεύοντας, τοὺς δὲ, κύνας τοῦ τροφέως καθυλακτοῦντας, τοὺς δὲ, δαμάλεις παροιστρώσας, τοὺς δὲ, ὄφεις καὶ ἐχιδνῶν γεννήματα, τοὺς δὲ, ἀσπίδας βυούσας τὰ ὦτα, καὶ ἐπῳδῶν οὐκ ἀκουούσας. Ὥσπερ δὲ τοῖς πονηροῖς ἤθεσι τὰς τῶν θηρίων προσηγορίας ἐπέθεσαν, οὕτω ταῖς ἁπλαῖς καὶ ἀκακοήθεσι ψυχαῖς ἐκ τῶν ἐπαινουμένων ζώων τὰς προσηγορίας τεθείκασιν. Ἔστι γὰρ εὑρεῖν καὶ περιστερὰν καὶ τρυγόνα τῇ ἁπλότητι πίστεως κεκοσμημένην προσαγορεύειν ψυχήν. Τούτῳ τῷ προσρήματι καὶ τὴν Ἐκκλησίαν ὁ νυμφίος ἐν τῷ μυστικῷ τῶν ᾀσμάτων

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
