# De providentia orationes decem 83.629

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.629

προσαγορεύει βιβλίῳ, καὶ πρόβατα δὲ τὰς εὐπειθεῖς καὶ τοῦ ποιμένος ἐρώσας ὀνομάζει ψυχάς. «Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.» Καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Καὶ ἑτέρωθι· «Στήσει τοὺς ἀμνοὺς ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων.» Καὶ ἀετοὺς δὲ πάλιν τοὺς ὑψιπέτεις, καὶ τῶν γηΐνων ἀπηλλαγμένους, καὶ τὸ τῆς ψυχῆς ὄμμα καθαρὸν κεκτημένους, καὶ τοῦ μυστικοῦ σώματος ἐφιεμένους, ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὠνόμασε. Περὶ γὰρ τῶν κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν εἰς τοὺς οὐρανοὺς ἁρπαζομένων ἁγίων διαλεγόμενος, ἐπήγαγε λέγων· «Ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.» Εὔδηλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς ἡμῶν χάριν ὁ Ποιητὴς καὶ ταῖς μελίτταις, καὶ τοῖς ἄλλοις ἀλόγοις ἅπασι, φυσικά τινα πλεονεκτήματα δέδωκε καὶ διένειμεν, ὡς ἂν ἡμεῖς πανταχόθεν τὴν ὠφέλειαν συλλέγωμεν. Αὐτίκα τοίνυν παρὰ τῶν μελιττῶν καὶ ἕτερον δρεπόμεθα κέρδος. Διδασκόμεθα γὰρ τῇ τῶν ἐπιστημῶν καὶ τεχνῶν εὑρέσει μὴ νεανιεύεσθαι, μηδὲ μέγα φρονεῖν, μηδὲ τὴν φύσιν ἀγνοεῖν· ἀλλὰ γινώσκειν τὸν Ποιητὴν, καὶ εἰς ἐκεῖνον ἀναφέρειν τῶν ἀγαθῶν τὰς αἰτίας. Ἵνα δὲ μὴ ἀλύωμεν καὶ δυσχεραίνωμεν, ὡς κοινωνοὺς ἔχοντες τῆς τέχνης, καὶ μηδὲν τῶν ἀλόγων διαφέροντες, ἡμῖν ἔδωκεν ὁ Ποιητὴς τὸν τῆς μελιττουργικῆς φιλοπονίας καρπόν· ἵν' ἅμα καὶ τὸν γαῦρον ἡμῶν αὐχένα τῇ κοινωνίᾳ ταπεινώσῃ τῆς τέχνης, καὶ τῇ τῶν κοινωνῶν δουλείᾳ ψυχαγωγήσας, ἀποσκευάσηται τὸ λυποῦν. Τί τοίνυν ἀλγεῖς, ἄνθρωπε, τὰς μελίττας φιλοτεχνούσας ὁρῶν; Ὁ γὰρ ἐκείνων πόνος, σὸς ὑπάρχει καρπός· καὶ αἱ μὲν πονοῦσι, σὺ δὲ τῆς ἀπὸ τῶν πόνων ἀπολαύεις χλιδῆς. Καὶ ἀράχνῃ δὲ τῶν λεπτῶν ἐκείνων καὶ ἀφανῶν νημάτων ἐνέφυσε τὴν τέχνην ὁ Ποιητὴς, ἵνα σε διδάξῃ πῶς δεῖ θηρεύειν τῶν ὀρνίθων τὰ γένη. Καὶ ἐκεῖνος μὲν γὰρ πλέκει τὰ θήρατρα, οὐχ ὑπὸ λόγου τὴν τέχνην δεδιδαγμένος, ἀλλὰ τὴν φύσιν ἔχων διδάσκαλον. Σὺ δὲ λόγον ἔνοικον ἔχων, καὶ τὸ παράδειγμα προκείμενον θεωρῶν, εἴδη μυρία δικτύων ἐμηχανήσω. Καὶ κωλύει μέν σου τὸν τῦφον καὶ τὴν ἀλαζονείαν τὸ σμικρότατον ἐκεῖνο ζωΰφιον, λόγου δίχα σοὶ παρεσχηκὸς τὴν τοῦ παραδείγματος χρείαν. Ψυχαγωγεῖ δέ σε πάλιν τὸ τῶν θηράτρων ποικίλον· τὸ μὲν γὰρ ἀρχέτυπον ἓν, μυρία δὲ τὰ μιμήματα. Πτηνοῖς μὲν γὰρ νεφελώδη τινὰ καὶ ἀερώδη ἐμηχανήσω, καὶ ταῦτα ἐν ἀμφιλαφέσι χωρίοις πηγνὺς, τῇ πρὸς τὸν ἀέρα τῶν θηράτρων ὁμοιώσει κλέπτεις τῶν ὀρνίθων τὴν

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
