# De providentia orationes decem 83.637

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.637

μικροῦ σου τοῦ σώματος ὄντος, μέμηνας καὶ λυττᾷς κατὰ τοῦ κτίσαντος, τί οὐκ ἂν ἔδρασας, εἰ καὶ τοῦτο τὸ μέγεθος ἔλαβες; Νῦν δὲ, ἡ μὲν βραχύτης διδάσκει σε σωφρονεῖν, καὶ γνωρίζειν τὸν Ποιητήν· τοῦ δὲ λόγου τὸ δῶρον, τὸ βραχὺ παραμυθεῖται τοῦ σώματος· διὰ τούτου γὰρ ἄγεις καὶ φέρεις τῶν ἀλόγων τὴν φύσιν, τὰ ποίμνια, τὰ αἰπόλια, τὰ συφόρβια, τῶν ἵππων τὰς ἀγέλας, καμήλους νομάδας ἀχθοφορούσας, τὴν μικτὴν τῶν ὀρνέων καὶ ἡμιόνων φύσιν. Καὶ τὰ μὲν εἰς θοίνην σοι πρόκειται, καὶ πολυτελῆ σοι ποιεῖ τὴν τράπεζαν, καὶ παντοδαπήν σοι πραγματεύεται τὴν χλιδὴν, καὶ παντοίων ἐσθημάτων χορηγεῖ σοι τὰς ὕλας· τὰ δὲ, σιτηγεῖ καὶ ξυλοφορεῖ, καὶ τῶν ἄλλων ἀναγκαίων μετακομίζει τὰς χρείας. Κύνες οἱ μὲν συνθηρῶσιν, οἱ δὲ συμποιμαίνουσιν, οἱ δὲ φύλακες γίνονται τῆς οἰκίας· τῇ τούτων ἀγρυπνίᾳ θαῤῥοῦντες οἱ ποιμένες, ὕπνου μεταλαγχάνουσι· τούτους ἔχοντες συνεργοὺς, ὀλίγοι πολλὰ νέμειν ἀνέχονται πρόβατα· προκινδυνεύειν γὰρ, οὐ μόνον τῶν δεσποτῶν, ἀλλὰ καὶ τῶν προβάτων ἀνέχονται, καὶ τῶν ποιμένων ὑπερμαχοῦσι, καὶ τοῖς λύκοις διαμάχονται προθύμως, καὶ τιτρωσκόμενοι φεύγειν ἀγεννῶς οὐκ ἀνέχονται, τῇ δὲ ὑλακῇ τοὺς ποιμένας εἰς ἐπικουρίαν καλοῦσι. Καὶ ταῦτα ὁ κύων δρᾷ, οὐκ ἔχων λόγον διδάσκαλον, ἀλλὰ φυσικῇ τινι πλεονεξίᾳ κεκοσμημένος. Οὗτος ἰχνεῦσαι θήραν ὑπὸ τοῦ κυνηγέτου κελευόμενος, καὶ τῶν ὀσμῶν ἀντιλαμβάνεται, καὶ ταύταις οἷον ἴχνεσί τισι κατ' ἀκρίβειαν ἑπόμενος, οὐ πρότερον ἀφίσταται, ἕως οὗ εὕρῃ τὸ θήραμα· εὑρὼν δὲ, καὶ τοῖς ὀδοῦσι καὶ τοῖς ὄνυξι δήσας, οὐ μεταλαμβάνει τῆς θήρας, ἀλλὰ σῶον φυλάττει τῷ πέμψαντι, καὶ ἀλογίᾳ δουλεύων, γνωρίζει τὴν δεσποτείαν, καὶ οὐκ ἀνέχεται συνδιανείμασθαι τῷ κεκτημένῳ τὸ θήραμα. Εἰ δὲ καὶ μεῖζον εὕροι θηρίον, καὶ τὴν οἰκείαν ὑπερβαῖνον ἰσχὺν, οἷον σύαγρον, ἢ ἄρκτον, ἤ τι τῶν τοιούτων, φυλάττεται μὲν τῶν χαυλιοδόντων τὴν προσβολὴν, μάχεται δὲ καρτερῶς· κατὰ δὲ τῶν νώτων συνεχῶς μεταβαίνων, πειρᾶται κατέχειν σὺν ἀσφαλείᾳ τὸ θήραμα, καὶ τῇ σφοδρᾷ διαμάχῃ φεύγειν οὐκ ἐᾷ· τῇ γὰρ συνεχεῖ προσβολῇ μεταστρέφεσθαι συνεχῶς τὸ θηρίον ἀναγκάζων, μένειν κατὰ χώραν ποιεῖ, καὶ τὸν θηρευτὴν ἀναμένειν. Εἶτα ἐκεῖνος ἐπελθὼν, τοῖς ἀπὸ τῆς τέχνης ὅπλοις συνεργοῖς κεχρημένος, εὐπετῶς μάλα καὶ ῥᾳδίως λαμβάνει τὴν θήραν. Καὶ μή μοί τις τῶν εὐκόλων εἰς ἀντιλογίας, τοὺς λυττῶντας κύνας ἐνταῦθ' εἰς μέσον ἀγαγέτω, καὶ τοὺς λακτίζοντας ὄνους, καὶ τὰς δακνούσας καμήλους, καὶ τοὺς κερατίζοντας ταύρους· ὀλίγα γὰρ ἐκ πολλῶν τούτοις περιπίπτει τοῖς πάθεσι, καὶ λίαν ἀναγκαίως· γνωρίζεις γὰρ διὰ τούτου, ὡς οὐκ αὐτόματός σοι ἡ τούτων ὑπόκειται φύσις, ἀλλὰ τοῖς τοῦ Ποιητοῦ νεύμασι πειθομένη. Καὶ μαρτυρεῖ τὰ τῆς σῆς ἡγεμονίας ἀφηνιῶντα, κάμηλος δάκνουσα, καὶ ταῦρος κερατῶν, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
