# De providentia orationes decem 83.652

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.652

Καὶ ταῦτά φαμεν, οὐ τοῦ πλούτου κατηγοροῦντες, οὔτε κακῷ τὸ κακὸν ἰώμενοι· εἰ γὰρ πονηρὸς ὁ πλοῦτος, ἡ βλασφημία κατὰ τοῦ δεδωκότος χωρεῖ· ἀλλὰ πλοῦτον μὲν καὶ πενίαν, οἷον ὕλας τινὰς, ἢ ὄργανα, τοῖς ἀνθρώποις παρὰ τοῦ Πεποιηκότος προκεῖσθαί φαμεν, διὰ δὲ τούτων τοὺς ἀνθρώπους, οἷόν τινας δημιουργοὺς, ἢ τὸ τῆς ἀρετῆς ἄγαλμα διαπλάττειν, ἢ τὸν τῆς κακίας ἐκτυποῦν ἀνδριάντα. Ἀλλὰ διὰ μὲν πλούτου μόλις ἂν ὀλίγα τις ἀρετῆς εἰς κάλλος διαγλύψειε μόρια, διὰ δὲ πενίας καὶ πολλοῖς καὶ πάντα δημιουργεῖν ἐστι δυνατόν. Μὴ τοίνυν σκώπτωμεν τὴν πενίαν τῆς ἀρετῆς τὴν μητέρα, μήτε μὴν τὸν πλοῦτον διαβάλλωμεν, ἀλλὰ τῶν οὐκ εἰς δέον τούτῳ κεχρημένων κατηγορήσωμεν. Ἐπεὶ καὶ ὁ σίδηρος ἐδόθη μὲν τοῖς ἀνθρώποις, οἰκοδομίας, καὶ γηπονίας, καὶ ναυτιλίας συνεργὸς, καὶ τῶν ἄλλων τεχνῶν τῶν κατὰ τὸν βίον ἐπίκουρος. Οἱ δὲ κατ' ἀλλήλων λυττῶντες, οὐκ ἐῶσι τοῦτον μόνον ταῖς ἀναγκαίαις χρείαις ὑπηρετεῖν, ἀλλὰ καὶ τὴν ἀλλήλων σφαγὴν δι' αὐτοῦ μηχανῶνται. Οὐ μὴν διὰ τοῦτο τοῦ σιδήρου κατηγοροῦμεν, ἀλλὰ τῶν κακῶς κεχρημένων τὴν πονηρίαν διαβάλλομεν. Οὕτως ἡ τοῦ οἴνου χρῆσις ἐδόθη μὲν τοῖς ἀνθρώποις εἰς εὐφροσύνην, ἀλλὰ οὐ παραφροσύνην καρδίας· οἱ δὲ τὴν ἀμετρίαν τιμῶντες, καὶ οἰνοφλυγίᾳ προστετηκότες, τὸν εὐφροσύνης γεννήτορα, παραφροσύνης ποιοῦσι πατέρα. Ἀλλ' ἡμεῖς τῇ δικαίᾳ ψήφῳ δικάζοντες, τοὺς μὲν κακῶς τῷ θείῳ δώρῳ χρωμένους, οἰνόφλυγας, καὶ μεθύσους, καὶ πονηροὺς ἀποκαλοῦμεν, τὸν δὲ οἶνον ὡς θεόσδοτον δῶρον θαυμάζομεν. Οὕτω τοιγαροῦν τῷ πλούτῳ καὶ τοῖς χρωμένοις δικάζωμεν, καὶ τὸν μὲν, τῆς κατηγορίας ἐξέλωμεν, τοὺς δὲ, εἰ μὲν οἰκονόμοι τούτου δίκαιοι γένοιντο, ταῖς μεγάλαις στεφανώσωμεν εὐφημίαις· εἰ δὲ τὴν τάξιν ἀμείψαντες, δοῦλοι τοῦ πλούτου φανεῖεν, πᾶν τὸ κελευόμενον δρῶντες, καὶ πᾶσαν πονηρὰν διακονίαν μετιόντες, τὴν πονηρίας γραφὴν κατ' αὐτῶν εἰσενέγκωμεν, ὅτι δεσπόται χειροτονηθέντες, τὴν ἡγεμονίαν διέφθειραν, καὶ τὴν δουλείαν τῆς δεσποτείας ἠλλάξαντο. Ἀλλ' ἴσως ἄν τις εἴποι τῶν μόνον τοῖς καλῶς λεγομένοις ἀντιλέγειν ἐπισταμένων· Τίνος χάριν οὐ πᾶσιν ἀνθρώποις τοῦ πλούτου τὴν κτῆσιν ὁ Ποιητὴς ἐδωρήσατο, ἀλλὰ τοῖς μὲν πλοῦτον συνέζευξε, τοῖς δὲ πενίαν συνεκλήρωσε, καὶ πολλῆς ἀνωμαλίας πλήρη τὸν βίον πεποίηκεν; Ὃν ἡδέως ἂν ἐροίμην, τί δήποτε τοῖς τοῦ σώματος μέλεσιν, οὐ τὴν αὐτὴν ἅπασι δέδωκεν ὁ Δημιουργήσας ἐνέργειαν, ἀλλ' ὀφθαλμοῖς μὲν χρωμάτων καὶ σχημάτων διάκρισιν ἐνεχείρισεν, ἀκοαῖς δὲ φωνῶν καὶ ψόφων εἰδέναι διαφορὰν, τὰς δὲ ῥῖνας ἀτμῶν ἀντιλαμβάνεσθαι, καὶ τοῦ ἡδέος τὸ δυσῶδες διακρίνειν, τὴν δὲ γλῶτταν ταῖς τῶν γεύσεων ποιότησι δικάζειν, καὶ γλυκέος καὶ ὀξέος, δριμέος τε καὶ πικροῦ, καὶ πιμελώδους τὸ διάφορον εἰδέναι, καὶ τοῖς μὲν ποσὶ τὴν βαδιστικὴν δέδωκε δύναμιν, ταῖς δὲ χερσὶ τὴν παντοδαπὴν ἀπένειμεν ἐργασίαν, καὶ γαστέρα μὲν τροφῆς δοχεῖον,

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
