Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.653
Not analysed yet
ἧπαρ δὲ τροφῆς καθαρτήριον, ἐγκέφαλον δὲ μυελῶν θησαυρὸν, πηγὴν δὲ θερμότητος τὴν καρδίαν, καὶ ταῖς μὲν ἀρτηρίαις ἐναπέκλεισε τὸ πνεῦμα, τὰς δὲ φλέβας ἀγωγοὺς ἀπέφηνεν αἵματος, καὶ ἄλλῳ ἄλλην ἐνέργειαν ἐνέφυσε μορίῳ; Καὶ μὴν ἅπαντα τὰ εἰρημένα, καὶ ὅσα σεσίγηται, εἰς ἑνὸς σώματος συντελεῖ τελειότητα· ἀλλ' ὅμως ἕκαστον καὶ ἰδιόν τι πεπίστευται, καὶ τῷ κοινῷ συντελεῖ. Ὄψις γὰρ ποδηγεῖ μὲν τοὺς πόδας, καὶ τὸ λεῖον αὐτοῖς ὑποδείκνυσι, καὶ τῶν τραχυτέρων ἀποτρέπει χωρίων, φέρεται δὲ ὑπὸ ποδῶν. Καὶ ἀκοὴ δὲ κτύπους δεχομένη, διεγείρει τὴν ὄψιν εἰς θεωρίαν, διὰ δὲ τῆς ὄψεως μανθάνει τῶν κτύπων τοὺς ποιητάς. Καὶ ἵνα τῇ ἀποστολικῇ μαρτυρίᾳ τοὺς εἰρημένους βεβαιώσωμεν λόγους, «Οὐ δύναται ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί· Χρείαν ὑμῶν οὐκ ἔχω· ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστι, καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι, τούτοις περισσοτέραν τιμὴν περιτίθεμεν.» Καὶ οὐδεὶς ἐδυσχέρανε πώποτε, διάφορον βλέπων ἐν τοῖς μέλεσι τὴν ἐνέργειαν, εἰ μὴ κομιδῇ παραπαίοι· ἀλλὰ καὶ στέργει καὶ θαυμάζει τὸν Ποιητὴν, οὕτω σοφῶς ἕκαστα διακρίναντα, καὶ ἑκάστῳ τὴν ἁρμόττουσαν ἀπονείμαντα χρείαν, καὶ τὴν ἰδίαν κοινὴν ποιησάμενον. Οὔτε γὰρ ὄψις μόνη τῶν ὁρατῶν ἀπολαύει, οὔτε ἀκοὴ τῶν ἀκουστῶν, οὔτε τὸ στόμα τῶν γεύσεων, οὔτε ἡ ῥὶν τῶν ὀσφρήσεων, οὔτε οἱ πόδες βαδίσεως, οὔτε ἐργασίας αἱ χεῖρες, οὔτε τροφῆς ἡ γαστὴρ, οὔτε θερμότητος ἡ καρδία, οὔτε αἰσθήσεως ὁ ἐγκέφαλος· ἀλλ' ἰδιάζουσαν μὲν ἕκαστον ἔχει τὴν ἐνέργειαν, τῷ δὲ κοινῷ συνεισφέρει τὴν ὠφέλειαν. Καὶ τὸ μὲν ἅπαν θερμαίνει τὸ σῶμα, τὸ δὲ ἅπαν τρέφει· τὸ δὲ ἄλλον τινὰ φόρον παντὶ προσφέρει τῷ ζώῳ· καὶ τὸ ποικίλον τῆς ἐνεργείας εἰς ἅπαντα μὲν τὰ τοῦ σώματος μεμέρισται μόρια, ἀπολαύει δὲ ἀλλήλων πάντα, καὶ γίνεται ἡ χρεία κοινή. Καὶ οὔτε ἀκοὴ ἀγανακτεῖ μὴ ὁρῶσα, οὔτε ὀφθαλμὸς δυσχεραίνει τῷ μὴ ἀκούειν, ἀλλ' ἕκαστον στέργει τοὺς ὅρους τῆς φύσεως, καὶ τὴν εἰσφορὰν ἀποδίδωσιν, ἣν ἐξ ἀρχῆς φέρειν ἐτάχθη. Σὺ δὲ λίαν ἀγανακτεῖς, ὅτι μὴ πάντες οἱ ἄνθρωποι τοῖς τοῦ πλούτου ῥεύμασι περικλύζονται, καὶ οἰκίας οἰκοῦσι λαμπρὰς, καὶ χιτώνων καὶ ἐφεστρίδων περιφανείᾳ κοσμοῦσι τὸ σῶμα, καὶ ἐφ' ἵππων καὶ ἡμιόνων ὀχούμενοι, πολλοὺς ἔχουσι τοὺς ἡγουμένους, καὶ ἑπομένους, καὶ θεραπόντων ἐσμὸν ταῖς θεραπείαις διακονοῦντα, καὶ κλίνας χρυσοπάστους, καὶ στρωμνὴν μαλακὴν καὶ διαῤῥέουσαν, καὶ ὀψοποιῶν μαγγανείας, καὶ ἡδονῶν ἐπινοίας, καὶ χλιδὴν πανταχόθεν προσφερομένην, καὶ τὰς ἡδονὰς ἐξάπτουσαν. Καὶ πῶς ἄν τις ἐκτήσατο σωφροσύνην τοσούτους αὐτῇ πολεμίους ἐγείρων, ἐξ ἁπάντων αὐτὴν τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος ἐξελαύνων μορίων; Πῶς δ' ἂν φρονήσεως ἐν ἕξει γένοιτ' ἂν ἄνθρωπος, τοσούτοις