# De providentia orationes decem 83.656

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.656

φορτίοις τὸ λογικὸν καταχωννύς; Καὶ τί δεῖ λέγειν σωφροσύνην, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν, καὶ φρόνησιν, ὧν οὐδὲ τὰς προσηγορίας ἀκούειν ἀνέχονται; Πῶς ἂν ὁ πλοῦτος ὑφ' ἁπάντων ἐκτήθη, πάντων ὁμοτιμίᾳ τετιμημένων; Πῶς δ' ἂν ἰσονομίας οὔσης, καὶ χρημάτων ὁμοίως ἅπαντες εὐποροῦντες, τῶν ἀναγκαίων ἀπήλαυσαν; ἢ τίς ἂν διακονεῖν ἠνέσχετο, τὴν αὐτὴν ἔχων περιουσίαν; Τίς ἐσχάρᾳ προσεδρεύειν, καὶ ὄψα κατασκευάζειν, οὐκ ἀναγκαζούσης ἐνδείας; Τίς ἀρτοποιεῖν, ἢ μύλῃ τὸν σῖτον ἀλήθειν, καὶ διακρίνειν κοσκίνῳ τὰ ἄλευρα, καὶ μάττειν, καὶ πέπτειν, καὶ πυρὸς ἀνέχεσθαι φλέγοντος; Τίς δ' ἂν βοῦς ἀροτῆρας ὑπὸ ζυγὸν ἤγαγε, καὶ γῆν ἐνεούργησε καὶ σπέρματα κατέβαλε, καὶ βλαστήσαντα καὶ ἀκμάσαντα τεμὼν, τῇ ἅλῳ παρέδωκε, καὶ τῶν ἀχύρων ἀπέκρινε, μὴ τῆς πενίας ἐπὶ τοὺς πόνους ὠθούσης; Τίς ἂν λιθοτομίαις προσήδρευσε, καὶ τῶν λίθων τὰς ὕλας ταῖς οἰκοδομίαις προσήνεγκε, καὶ εὖ καὶ καλῶς συναρμόσας τὰς οἰκίας ἐτεκτήνατο, μὴ τῆς ἐνδείας νυττούσης, καὶ πρὸς ἐργασίαν κινούσης; Τίς ἂν ναυτικὴν μετελήλυθε τέχνην; τίς δὲ κυβερνητικὴν ἐμπορίαν, καὶ ναυτικὴν φιλοπονίαν; τίς ὑφαντικὴν καὶ σκυτοτομικήν; τίς κεραμευτικὴν καὶ χαλκευτικήν; Εἰ γὰρ ἴση ἦν τῶν χρημάτων ἡ κτῆσις, οὐκ εἴα διακονεῖν ἑτέρῳ τὸν ἕτερον· ἀλλὰ δυοῖν θάτερον ἀνάγκη, ἢ τῶν ἀνθρώπων ἕκαστος πᾶσαν μετὰ σπουδῆς μετῄει διὰ τὴν χρείαν τέχνην, ἢ ἅπαντες ἂν κατὰ ταυτὸ τῇ σπάνει τῶν ἀναγκαίων διεφθάρημεν Ὅτι δὲ πάσας ἄνθρωπον ἕνα μετελθεῖν τέχνας τῶν ἀδυνάτων, οὐ δεῖ λόγων, μαρτυρούσης τῆς πείρας. Δύο γὰρ εἴ τις κατὰ ταυτὸ μαθεῖν ἐθελήσειεν, ἀμφοτέρας ἀπόλλυσι, θατέρας τῇ ἑτέρᾳ λυμαινομένης. Εἰς ἄμφω γὰρ ἡ διάνοια μεριζομένη, καὶ ἀμφοτέρων ἐπιλαβέσθαι μὴ δυναμένη, τινὰ μὲν ἐξ ἀμφοῖν ἐκμάττεται μόρια, ἀκριβῆ δὲ καὶ τελείαν οὐδὲ μιᾶς τὴν γνῶσιν εἰσδέχεται. Ὑπελείπετο τοίνυν ἅπαντας πανολεθρίαν ὑπομεῖναι, διὰ τὴν ἴσην τῶν χρημάτων εὐπορίαν, καὶ συμβῆναι ταυτὸν τοῖς τῷ κόρῳ τῶν σιτίων τὴν ἡδονὴν ἀφανίζουσι. Καὶ γὰρ ἐκεῖνοι τῇ συνεχείᾳ τῶν ὄψων τὰς ὀρέξεις ἀμβλύνουσι· καὶ οὗτοι, διὰ τὸν τῶν χρημάτων ἔρωτα, καὶ τῶν ἀναγκαίων ἐνδεεῖς γίνεσθαι ποθοῦσι, καὶ τὸν μετὰ χρημάτων ὄλεθρον τῆς μετὰ πενίας προτιμῶσι ζωῆς. Ἀλλὰ τούτους μὲν ληρεῖν καταλίπωμεν, ἡμεῖς δὲ κἀνταῦθα τὴν τοῦ Θεοῦ κηδεμονίαν ἐπιδείξωμεν, καὶ τὴν καλουμένην παρ' αὐτῶν ἀνωμαλίαν, ζωῆς θυμήρους ἀφορμὴν, καὶ πολιτείας ἀρίστης ὑπόθεσιν ἀποφήνωμεν. Ὁ γὰρ τῶν ὅλων πρύτανις ἰσότητα κἀνταῦθα πρυτανεύων δειχθήσεται.

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
