# De providentia orationes decem 83.657

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.657

Πρῶτον μὲν γὰρ κοινὸν ἅπασι τὴν γῆν ἔδαφος ἔδωκε, κοινὴν ἑστίαν, καὶ τροφὸν, καὶ μητέρα, καὶ τάφον, μίαν διαπλάσεως ἀφορμὴν, τὸν χοῦν τὸν προπάτορα, κοινὸν ὄροφον τὸν οὐρανὸν ἐξέτεινεν. Ἥλιον, καὶ σελήνην, καὶ τοὺς ἄλλους φωστῆρας, οἷόν τινας λαμπαδηφόρους, κοινοὺς ἐδωρήσατο· ἀέρα μέσον ἐξέχεε, κοινόν τινα καὶ τοῦτον πλοῦτον πᾶσιν ὁμοίως προτεθεικώς. Οὔτε γὰρ σπῶσιν αὐτὸν πλέον τῶν πενήτων οἱ πλούσιοι, ἀλλὰ τὴν ἴσην μοῖραν κἀνταῦθα ἡ πενία λαμβάνει, μᾶλλον δὲ πλείονα· πλείους γὰρ ταύτης οἱ τρόφιμοι, καὶ τὰς αἰσθήσεις ἐῤῥωμενεστέρας ἔχοντες, καὶ τῶν περιττῶν φορτίων ἀπηλλαγμένας. Ποταμοὶ καὶ πηγαὶ, κοινὰ πάλιν ἅπασιν ἀναβλύζουσι νάματα· καὶ τὰ σώματα δὲ πάλιν ἴσα καὶ τούτοις κἀκείνοις ἐδημιούργησε· μᾶλλον δὲ κἀνταῦθα πλεονεκτοῦσιν οἱ πένητες· ἐῤῥωμενέστερα γὰρ τὰ τούτων. Ἔνδεια γὰρ μήτηρ ὑγείας, κατὰ τὸν σοφώτατον τῶν ἰατρῶν· καὶ πόνοι, καὶ γυμνασίαι, συνεργοὶ ὑγείας, κατὰ τὸν αὐτὸν τοῦτον διδάσκαλον. Καὶ αἱ ψυχαὶ δὲ καὶ τούτων κἀκείνων, τὴν αὐτὴν φύσιν ἂν ἔχουσι· μία κυήσεως ἀφορμὴ καὶ τούτοις κἀκείνοις, μιᾶς δημιουργίας ὁ γάμος ὑπόθεσις, ἴσοι τῆς κυήσεως οἱ μῆνες. Οὐ γὰρ αἰδεῖται τῶν χρημάτων τὴν περιουσίαν ὁ χρόνος, οὐδὲ ἀνέχεται, τὸν πλοῦτον αἰσχυνόμενος, πρὸ τῶν κειμένων ὅρων παραπέμψαι τὸ βρέφος, ἢ πλείονα χρόνον ἐγκαθεῖρξαι τῇ μήτρᾳ· ἀλλ' ὁμοίως καὶ τὸ τοῦ πλουτοῦντος καὶ τὸ τοῦ πενομένου προέρχεται. Ὠδῖνες ἡγοῦνται καὶ τούτου κἀκείνου, μᾶλλον δὲ, εἰ τῇ πείρᾳ πιστεύεις, ῥᾴων ὁ τόκος τῆς πενομένης, καὶ μείους αἱ ὠδῖνες. Ἡ γὰρ περὶ τὸ πονεῖν συνήθεια δωρεῖται τὴν εὐκολίαν. Διὸ καὶ ταῖς τρυφώσαις ἰατρῶν παῖδες ἐν ταῖς πρὸ τῆς κυήσεως ἡμέραις ἀναγκαῖον ἐπιφέρουσι πόνον. Οὐκοῦν ὁμοίως μὲν κύουσιν, οὐχ ὁμοίως δὲ τίκτουσιν, ἀλλ' ἔνθα μὲν ἡ τοῦ πλούτου παραμυθία, πλείων ἡ δυσκολία, ἔνθα δὲ τῶν ἀναγκαίων ἡ ἔνδεια, ἡ φύσις ἐπικουρεῖ τῇ εὐκολίᾳ ψυχαγωγοῦσα· μᾶλλον δὲ, ὁ τῆς φύσεως Ποιητὴς οὕτω κεράσας τὰ ἄνισα, καὶ τῇ μὲν ἐξ εὐπραγίας γινομένῃ περὶ τὸν τόκον δυσκολίᾳ, τὴν ἐκ τῶν ἰατρῶν καὶ τῶν φαρμάκων παραμυθίαν προσφέρων, τῇ δὲ διὰ τὴν πενίαν τῆς ἐπικουρίας ταύτης σπανιζούσῃ, παρέχων τῆς φύσεως τὴν βοήθειαν. Βλέπε τοῦ δικαίου κριτοῦ τὰ ζυγὰ, καὶ κίνησον εἰς εὐφημίαν τὴν γλῶτταν· βλέπε δὲ καὶ τὰ τικτόμενα, ὁμοίως γυμνὰ προϊόντα· οὐ γὰρ τὸ τοῦ πλουσίου βρέφος ἁλουργίδα περιβέβληται, τὸ δὲ τοῦ πένητος ῥάκια περίκειται, ἀλλ' ἄμφω γυμνὰ προέρχεται, τοῦ Δημιουργοῦ κηρύσσοντος τὴν ἰσότητα. Ὁμοίως σπᾷ τὸν ἀέρα, ὁμοίως ἕλκει τὴν θηλήν· οὐχ ἑτέρῳ γάλακτι τὸ τοῦ πένητος τρέφεται, ἕτερον δὲ τῷ τοῦ πλουσίου προσφέρεται, ἀλλ' ἴσης καὶ τοῦτο κἀκεῖνο καὶ τῆς αὐτῆς ἀπολαύει τροφῆς. Οὐ μόνον δὲ τὴν εἰς τὸν βίον εἴσοδον μίαν καὶ τὴν αὐτὴν ἔχομεν ἅπαντες, ἀλλὰ καὶ τὴν ἔξοδον ἴσην. Εἷς γὰρ ἡμᾶς ὑποδέχεται θάνατος· οὐ γὰρ φοβεῖται τὸν

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
