# De providentia orationes decem 83.660

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.660

πλοῦτον ὁ θάνατος, οὐδὲ δειμαίνει τοὺς δορυφόρους, οὐ φρίττει τὴν ἁλουργίδα, καταφρονεῖ καὶ τείχους, καὶ πύργων, καὶ βασιλείων, καὶ ἐντὸς τῶν θαλάμων γίνεται, οὐκ ἐλεεῖ δακρύοντα, οὐκ οἰκτείρει παρακαλοῦντα, οὐ διαφθείρεται δώροις, τῆς ἰατρικῆς οὐκ ἀνέχεται τέχνης, ἀργὰς δείκνυσι τὰς τῶν φαρμάκων δυνάμεις, οὐδὲ ἐπισκῆψαι πολλάκις συγχωρεῖ, καὶ δῆλον ποιῆσαι τὸν τοῦ κλήρου διάδοχον, ἀλλ' ἁρπάζει, σύρει, χωρίζει τοῦ σώματος τὴν ψυχήν. Καὶ τὸ τέλος τοιγαροῦν κοινὸν ἔχουσιν οἱ πλούτῳ κομῶντες, καὶ οἱ πενίᾳ συζῶντες, καὶ τὰ μετὰ τὸ τέλος δὲ καὶ τὴν ἐντεῦθεν ἐκδημίαν. Ὁμοίως γὰρ σηπεδὼν ἕπεται, καὶ ἰχὼρ καταῤῥεῖ, καὶ σκώληκες ἀποτίκτονται, καὶ τὸ βλοσυρὸν ὄμμα σβέννυταί τε καὶ διατήκεται, καὶ τὸ ἀκόρεστον στόμα, καὶ ἡ λυττῶσα γλῶσσα, σκωλήκων γίνεται παρανάλωμα. Καὶ ὁ γαυριῶν τράχηλος οὐ κάμπτεται μόνον, ἀλλὰ καὶ διαλύεται· καὶ ἡ φυσωμένη γνάθος, οὐ συστέλλεται μόνον, ἀλλὰ καὶ εἰς ὀλίγην κόνιν συνίσταται· καὶ τὸ τῆς παρειᾶς ἄνθος μαραίνεται, καὶ φροῦδον παντάπασι γίνεται· καὶ οἱ γράφοντες τὴν πονηρίαν δάκτυλοι, κεῖνται τῆς ἁρμονίας παντελῶς ἐσκεδασμένοι. Οὐκοῦν ταῦτα μὲν ἅπαντα κοινὰ καὶ πλουσίοις καὶ πένησι πρόκειται. Ὑπολείπεται τοίνυν καὶ πενία καὶ πλοῦτος, ἃ σὺ μὲν νομίζεις ἴδια, δείξει δὲ ὁ λόγος, σὺν Θεῷ φάναι, κοινά. Ὁμοίως γὰρ τῆς τῶν πλουσίων περιουσίας οἱ πενίᾳ συζῶντες τυγχάνουσιν. Ὁ γὰρ τούτων κἀκείνων Δημιουργὸς, τέχναις παντοδαπαῖς τὴν πενίαν ἐκόσμησε, δι' ἃς παρὰ τὰς τῶν πενήτων θύρας φοιτῶσιν οἱ πλούσιοι, καὶ χρήματα διδόντες, τὰς ἀναγκαίας παρ' αὐτῶν κομίζονται χρείας, καὶ πλειόνων διὰ τὸν πλοῦτον δεόμενοι, πάσης σπανίζουσι χρείας. Καὶ παρὰ μὲν τούτων, ἄρτους, παρὰ δὲ ἐκείνων, ὄψα ὠνοῦνται· ὑποδήματα ἕτεροι τοῖς ποσὶ προσαρμόττουσιν, ἄλλοι χιτῶνας, καὶ ἀμπεχόνας, καὶ ἐφεστρίδας κατασκευάζουσιν· ἄλλοι τάπητας, καὶ στέμματα, καὶ περιβόλαια· καὶ οἱ μὲν οἰκίας, οἱ δὲ κλίνας καὶ θρόνους, οἱ δὲ λαχάνων γένη, καὶ ὀπωρῶν εἴδη μυρία, οἱ δὲ πυροὺς καὶ κριθὰς, καὶ τὰ ἐκ γεωργίας ἀγαθὰ, ὧν δίχα διαβιῶναι τῶν ἀδυνάτων, κἂν ἔχῃ τις τὸν Κροίσου καὶ Μίδου χρυσόν. Τῷ δὲ πένητι, καὶ ἄρτος ἀπόχρη κεγχριδίας, καὶ πιτυρίας, καὶ τὸ τυχὸν ὄψον ἀρκεῖ. Τίνα οὖν ὀρθῶς καὶ δικαίως δικάζων καλέσεις ἐνδεῆ καὶ πένητα, καὶ τῶν ἀναγκαίων σπανίζοντα, τὸν τῶν ὀλίγων δεόμενον, ἢ τὸν παμπόλλων; τὸν ἐν ταῖν χεροῖν ἔχοντα τῆς ζωῆς τὰς ἀφορμὰς, ἢ τὸν χρυσῷ τῷ ἀπίστῳ πιστεύοντα, ὃς καὶ σφραγῖδας ὑπερβαίνει καὶ σήμαντρα, καὶ κλείθροις καὶ θύραις ἐῤῥῶσθαι φράσας, ταῖς τῶν τοιχωρύχων χερσὶν ἐναπέρχεται; Καὶ τὴν μὲν τέχνην τοῦ πένητος οὐδεὶς ἂν λάβοι λῃστὴς, τὸν δὲ πλοῦτον, οὐ λῃστὴς μόνον, ἀλλὰ καὶ συκοφάντης ἀφαιρεῖται τοὺς κεκτημένους. Καὶ ὁ μὲν πένης ἐπὶ τῆς ἀγορᾶς κάθηται, σκυτοτομῶν, ἢ χρυσὸν ἐλαύνων, ἢ ἄργυρον, ἢ ἐσθῆτα, ἢ ἄλλο τι τῶν ἀναγκαίων ἀποδιδόμενος. Ὁ δὲ ἐπὶ τῷ πλούτῳ γαυ-

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
