Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.661
Not analysed yet
ριῶν, καὶ τὸ σῶμα ὑπὲρ τὴν κεφαλὴν αἴρων, καὶ τὰς χεῖρας περιφέρων, μετὰ τῶν πολλῶν δορυφόρων παρὰ τοῦτον φοιτᾷ· καὶ ὁ μὲν, ὡς εἰκὸς, κάθηται, ἢ τὰ δέρματα ῥάπτων, ἢ διαγλύφων τὸν ἄργυρον, ἢ ἄλλο τι δρῶν ἧς μετέρχεται τέχνης· ὁ δὲ ἕστηκε προσδιαλεγόμενος, καὶ τὴν χρείαν τῇ παρουσίᾳ σημαίνων. Τί τοίνυν ἀγανακτεῖς, καὶ τῆς πενίας κατηγορεῖς, ὁρῶν τὸν πλοῦτον ταύτης μάλα δεόμενον, καὶ τοὺς τοῦτον ἔχοντας ταύτης ἄνευ διαβιῶναι μὴ δυναμένους; Θαύμασον τὸν οὕτω ταῦτα σοφῶς πρυτανεύσαντα, καὶ τούτοις μὲν χρήματα, τούτοις δὲ τέχνας ὀρέγοντα, καὶ εἰς ὁμόνοιαν καὶ φιλίαν διὰ τῆς χρείας συνάγοντα. Οἱ μὲν γὰρ χορηγοῦσι χρήματα, οἱ δὲ παρέχουσι τὰ τῆς τέχνης βλαστήματα. Ἀντιφιλοτιμεῖται γὰρ ἡ πενία, καὶ νικᾷ τοῖς δώροις τὸν πλοῦτον. Ἃ γὰρ ἐκεῖνος ὡς ἄχρηστα ἔχει, ταῦτα διὰ τῆς τέχνης αὕτη μεταποιοῦσα, ἀναγκαῖα δείκνυσι, καὶ πρὸς πᾶσαν ἐπιτήδεια χρείαν. Εἰ δέ τις ἀκριβῶς καταμάθοι, καὶ αὐτὰς τοῦ πλούτου τὰς ὕλας ἡ πενία συλλέγει· αὕτη γὰρ μεταλλεύει τὸν χρυσὸν καὶ τὸν ἄργυρον, χαλκόν τε καὶ σίδηρον, δι' ὧν ὁ πλοῦτος συνίσταται. Ἐκ πάσης γὰρ τέχνης ἐρανιζόμενος γίνεται, αἱ δὲ τέχναι τῆς πενίας ἴδιαι. Καὶ ταύτας δὲ πάλιν τὰς ἀμόρφους ὕλας ἡ πενία λαβοῦσα, εἰδοποιεῖ καὶ μορφοῖ, καὶ κατασκευάζει δακτυλίους, ἕρματα, περιδέραια, ἔπιπλα, κύκλους, ἐκπώματα, καὶ τὰ ἄλλα πάντα, ὅσα τῶν πλουσίων τὴν γνάθον φυσᾷ. Εἰ τοίνυν καὶ ὁ πλοῦτος διὰ τῆς πενίας συνίσταται, καὶ ἡ πενία τὸν πλοῦτον ἔχει τῶν τεχνῶν ἐπίκουρον, τί ἀνισότητα κατηγορεῖς τῆς ἰσότητος; Τί δὲ ἐναντία τὰ φίλα προσαγορεύεις; Τί δὲ πολιτείαν διαβάλλεις, δι' ἧς καὶ τοῖς πένησι καὶ τοῖς πλουσίοις ὁ βίος ἐστὶ θυμηρέστερος; Παρ' ἀλλήλων γὰρ καὶ οὗτοι κἀκεῖνοι τὸ ἐνδέον λαμβάνοντες, ἀναπληροῦσι τὴν χρείαν. Ἀλλ' ἴσως ἂν εἴποις· Τί δήποτε τῶν εὐπόρων οἱ πλείους ἀδικίᾳ συζῶσι; διὰ τί δὲ οὐχ ἅπαντες δικαιοσύνης ὑπάρχουσι τρόφιμοι; Ἀλλὰ πάλιν κἀνταῦθα τὸ αὐτεξούσιον ἀφαιρῇ, καὶ ἀποστερεῖς τὸ ζῶον τιμῆς, ἣν παρὰ τοῦ Πεποιηκότος ἐδέξατο. Ἄλλως τε δὲ καὶ πολλὴν ἂν χώραν ἀπολογίας ἔλαβον οἱ τῆς κακίας ἐργάται, εἰ κατὰ τὸν παρόντα βίον μόνοις τοῖς δικαίοις τὸν πλοῦτον ἀπένειμεν ὁ κριτής. Εἶπον γὰρ ἂν, ἅπερ αὐτῶν ὁ διδάσκαλος κατὰ τοῦ Ἰὼβ ἐφθέγξατο· «Ὅτι σὺ περιέφραξας τὰ ἔσωθεν καὶ τὰ ἔξωθεν τῆς οἰκίας αὐτῶν πάντα, σῖτον καὶ οἶνον ἐπλήθυνας αὐτοῖς· ἀλλ' ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων ὧν ἔχουσιν,