# De providentia orationes decem 83.664

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.664

ἢ μὴν εἰς πρόσωπόν σε εὐλογήσουσι.» Ταῦτα ἂν εἶπον οἱ τῇ κακίᾳ συζῶντες, εἰ μόνοι οἱ τῆς ἀρετῆς τρόφιμοι τοῦ πλούτου τὸ δῶρον ἐδέξαντο. Ἐπειδὴ δὲ προὔθηκε μὲν πενίαν καὶ πλοῦτον εἰς μέσον, οἷόν τινας ὕλας, ὁ Ποιητὴς, χρῶνται δὲ τούτοις τινὲς μὲν εἰς ἀρετῆς κτῆσιν, τινὲς δὲ εἰς κακίας ὑπόθεσιν, οὔτε πλουσίοις, οὔτε πένησι κακίᾳ συζῶσιν ὑπολείπεται συγγνώμης πρόφασις. Οἵ τε γὰρ τὸν πλοῦτον εὖ καὶ καλῶς οἰκονομήσαντες, καὶ μήτε συμφοραῖς ἀλλοτρίαις τοῦτον αὐξήσαντες καὶ κοινωνοὺς τῆς εὐπορίας τοὺς δεομένους λαβόντες, ἀποχρῶσιν εἰς κατηγορίαν τῶν ἀδίκως καὶ πλεονεκτικῶς χρησαμένων τῷ πλούτῳ· οἵ τε τὴν πενίαν φιλοσοφίᾳ κεράσαντες, καὶ καρτερικῶς αὐτῆς καὶ γενναίως τὰς προσβολὰς ἐνεγκόντες, ἀληθεῖς κατήγοροι τῶν ἐν πενίᾳ τὴν κακουργίαν μεμαθηκότων γενήσονται. Βλέπε δὲ καὶ τὴν ἄλλην τοῦ Κυβερνήτου οἰκονομίαν, ἵνα θερμότερον αὐτῷ προσενέγκῃς τὴν ὑμνῳδίαν. Ἐπειδὴ γὰρ πολλὴν εἶδε περὶ τοὺς πλουτοῦντας τὴν θεραπείαν, ὑγείαν συνεκλήρωσε τῇ πενίᾳ. Καὶ ὁ μὲν φέρεται φοράδην, ὁ δὲ βαδίζει ποδῶν ἀλλοτρίων μὴ δεόμενος. Καὶ ὁ μὲν, ἐπιθυμεῖ τῆς τοῦ πένητος ὑγείας, ὁ δὲ, ἐλεεῖ τοῦ πλούτου τὴν ἀῤῥωστίαν. Ἔστι δὲ ἰδεῖν καὶ ἐν ταῖς νόσοις, τὸν μὲν, ὑπὸ μυρίων θεραπευόμενον, καὶ πικρῶς ἀλγυνόμενον, καὶ φέρειν οὐ δυνάμενον τὴν τοῦ νοσήματος προσβολήν. Καὶ ἐν ὥρᾳ μὲν χειμῶνος, ἐν ἀλεεινοῖς οἴκοις κατάκειται, ἐπὶ στρωμνῆς μαλακῆς καλινδούμενος, ἱματίοις πολλοῖς καὶ θερμοῖς ἐνειλημ[μ]ένος, ἐσχάρας ἔχων περικειμένας, καὶ τῷ κρυμῷ πολεμούσας, φάρμακα μυρία τῇ νόσῳ μαχόμενα, ἰατρῶν ὑποσχέσεις ψυχαγωγούσας, φίλους παρόντας, καὶ τῶν παθῶν τὰς ἀκίδας τῇ διαλέξει συλῶντας. Εἰ δὲ θέρους εἴη καιρὸς, ἕτεροι τοῦτον οἶκοι πάλιν ὑποδέχονται, ἀναπεπταμένοι, καὶ τὰς τῶν ἀνέμων αὔρας ῥᾳδίως ὑποδεχόμενοι· εἰ δὲ καὶ αὗται λήξαιεν, σοφίζονται ταῖς ῥιπίσι τὸν ἄνεμον οἱ θεράποντες. Κλάδοι πανταχόθεν περίκεινται, κῆπον σχεδιάζοντες, καὶ ἄλσος τὴν οἰκίαν ἀποφαίνοντες. Ὕδατος μηχανῶνται κρουνοὺς ἐν τριωρόφοις, τὸν ὕπνον αὐτοῦ τοῖς βλεφάροις ἐπιθεῖναι βουλόμενοι. Καὶ τοσαύτης πανταχόθεν θεραπείας προσφερομένης, οὐδὲν ἧττον ἐκεῖνος ἀλγύνεται, γυμνούμενος, περιστρεφόμενος, τῇ κινήσει τῶν χειρῶν τὴν κεκρυμμένην σημαίνων πυράν. Ὁ δὲ πένης, ἕνα μὲν οἰκίσκον ἔχει, καὶ τοῦτον πολλάκις ἐπὶ μισθῷ. Εἰσὶ δὲ, οἳ μισθὸν παρέχειν οὐ δυνάμενοι, τὴν ἀγορὰν ἔχουσιν οἰκίαν, καὶ κλίνην τὸ ἔδαφος, καὶ στρωμνὴν τὸν φορυτόν· καὶ οὔτε ἰατρὸς παρίσταται, οὔτε ὀψοποιὸς τοῖς τοῦ ἰατροῦ διακονῶν ἐπιτάγμασιν, οὐκ οἰκέτης, οὐ θεράπαινα, τυχὸν δὲ οὐδὲ γυνὴ σύνευνος. Πάντα δὲ αὐτῷ γίνεται ἡ τοῦ Θεοῦ προμήθεια, ἀμβλύνουσα μὲν τῶν παθῶν τὰς ἀκίδας, ἀμαυροῦσα δὲ τὰς ὀδύνας, σβεννῦσα δὲ φαρμάκου

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
