Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.665
Not analysed yet
δίχα τὴν τοῦ πυρὸς φλόγα, ἀπείργουσα δὲ τὴν βλάβην, τὴν ἀπὸ κρυμοῦ, τὴν ἀπὸ φλογμοῦ, τὴν ἀπὸ τῆς ὑποκειμένης νοτίδος. Οὐδεὶς ἐκεῖνον διδάσκει, τίνα τῶν ἐδεσμάτων τρέφει τὴν νόσον, τίνα τῇ ὑγείᾳ συναγωνίζεται, ἀλλὰ ἀδιορίστως καὶ ἀδιακρίτως τὸ τυχὸν ἐσθίει, καὶ τὸ βλαβερὸν ὠφέλιμον γίνεται, καὶ τὸ ψυχρὸν ὕδωρ πινόμενον φάρμακον ἀναφαίνεται, καὶ ὁ ξηρὸς ἄρτος τὴν φλόγα κατασβέννυσιν, οὐ δεῖται τῶν ἄνωθεν μαλαττόντων, ἢ τῶν κάτωθεν ἐνιεμένων ὑπηλατῶν. Ἀναπληροῖ γὰρ ἡ φύσις τὴν ἔνδειαν, καὶ τὴν ἀπὸ τῶν ἰατρῶν βοήθειαν αὕτη προσφέρει τῷ κάμνοντι. Καὶ ἔστιν ἰδεῖν τὸν ἐπὶ ἐδάφους ἐῤῥιμμένον ῥᾷον φέροντα τὴν νόσον, ἐκείνων τῶν προειρημένης θεραπείας ἀπολαυόντων. Ὁρῶν τοιγαροῦν ἐν ἑκάστῳ τῶν γινομένων τοῦ Θεοῦ τὴν κηδεμονίαν, μὴ πολυπραγμόνει τῶν γινομένων ἕκαστον. Εἰ δὲ καὶ τοῦτο θέλεις ποιεῖν, λάβε τῆς πολυπραγμοσύνης συνεργὸν τὴν εὐσέβειαν. Αὕτη σου τῆς πορείας ἡγείσθω, αὕτη σε πρὸς τὴν τῶν ζητουμένων ἔρευναν ποδηγείτω. Ταύτῃ πειθόμενος, λάβε πᾶσαν ἀφορμὴν εἰς ὑμνῳδίαν τοῦ Κτίσαντος· μίμησαι τοὺς τρεῖς ἐκείνους παῖδας, οἳ καμίνῳ παραδοθέντες, καὶ τὴν ἄψυχον κτίσιν εἰς κοινωνίαν τῆς δοξολογίας ἐκάλεσαν, καὶ τὸν ὠμῶς τῇ καμίνῳ παραδεδωκότα τύραννον, εἰς θεωρίαν τοῦ θαύματος εἵλκυσαν, καὶ τὸν πολεμηθέντα Θεὸν προσκυνῆσαι τῇ θαυματουργίᾳ κατηνάγκασαν. Ἐκείνους μὲν οὖν οὔτε κάμινος εἰς βλασφημίαν κινῆσαι τὴν γλῶτταν ἠνάγκασεν, ἀλλὰ καὶ τοσαύτῃ παραδοθέντες φλογὶ, ὕμνοις τὸν εὐεργέτην ἐγέραιρον. Σὲ δὲ οὔτε κάμινος, οὔτε λέοντες βλασφημεῖν ἀναγκάζουσιν, ἀλλὰ τοῖς θεοσδότοις ἀγαθοῖς ἐντρυφῶν, οὐκ αἰσθάνῃ τῶν δωρεῶν. Εἰ δέ μοι πείθοιο, τὴν γλῶτταν εὐσεβείᾳ κοσμήσεις, καὶ τὴν μὲν κτίσιν ἐπαινέσεις, τὸν δὲ Κτίστην ὑμνήσεις, καὶ τὴν παροῦσαν αὐτοῦ πανταχοῦ προμήθειαν προσκυνήσεις, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Ζʹ. Ὅτι δουλεία καὶ δεσποτεία πρόσφοροι τῷ βίῳ. Οὐ δεῖται τῆς μὲν ἀνθρωπίνης γλώττης εἰς ὕμνων χορηγίαν τῶν ὅλων ὁ Ποιητής· οὐδὲ γὰρ τὴν τῶν ἀγγέλων δοξολογίαν ὡς δεόμενος δέχεται, ἀλλὰ τὴν εὔνοιαν ὁρῶν, τὸ εὔγνωμον ἀποδέχεται· καὶ τὰς θυσίας δὲ τὰς νομικὰς ἡνίκα προσέφερον οἱ προσφέροντες, οὐχ ὡς χρείαν δήπουθεν ἀναπληροῦντες ἔφερον, ἀλλ' ὑπὲρ τῶν μυρίων εὐεργεσιῶν, ὧν