# De providentia orationes decem 83.668

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.668

ἐδέχοντο, τὴν δυνατὴν χάριν ἐκτίνειν πειρώμενοι. Αὐτίκα τοίνυν ἔστιν ἰδεῖν, οὐδὲ πάντας μίαν καὶ τὴν αὐτὴν θυσίαν προσφέροντας. Ὁ μὲν γὰρ, ἔθυε μόσχον, ὁ δὲ ἀμνὸν, ὁ δὲ χίμαρον· καὶ ὁ μὲν πλείω τὰ θύματα, ὁ δὲ ἐλάττω· ὁ δὲ τούτων ἀπορῶν, καὶ πενίᾳ συζῶν, ζεῦγος τρυγόνων, ἢ νεοττοὺς περιστερῶν· ὁ δὲ καὶ τούτων σπανίζων, σεμίδαλιν ὀλίγην, καὶ βραχύ τι λιβανωτοῦ. Ποιότητι τοιγαροῦν γνώμης, οὐχὶ ποσότητι δώρων προσέχειν τὸν δίκαιον κριτὴν ἐντεῦθεν δήπουθεν διδασκόμεθα. Καὶ τοὺς εὐτελεῖς ἡμῶν προσφέρομεν λόγους, οὐχ ἵνα τῇ βραχυτάτῃ σταγόνι τὴν ἄβυσσον τῆς σοφίας αὐξήσωμεν, ἀλλὰ τὴν οἰκέταις πρέπουσαν εὔνοιαν ἐπιδεῖξαι πειρώμενοι, καὶ τῶν ὁμοδούλων διελέγξαι τὸ θράσος, καὶ τὸν δεσποτικὸν αὐτοῖς ἐπιθεῖναι ζυγὸν προμηθούμενοι. Κομιδῇ γὰρ ἀσχάλλομεν τὴν τὰ πάντα κυβερνῶσαν τοῦ Θεοῦ σοφίαν ὑπ' αὐτῶν συκοφαντουμένην ὁρῶντες· οὗ χάριν καὶ τὸν παρόντα τοῦ λόγου πόνον ἐδεξάμεθα, καὶ παῦσαι τοῖς ἐλέγχοις τὴν βλασφημίαν πειρώμεθα. Ὅτι μὲν οὖν λίαν ἀνοήτως καταιτιῶνται τὴν δοκοῦσαν ἀνωμαλίαν τοῦ βίου, καὶ παραπαίοντες τὸ δέον οὐ συνορῶσιν, ἱκανῶς ὁ πρὸ τούτου λόγος ἐδίδαξε, καὶ τῆς πενίας ὑποδείξας τὸ χρήσιμον, καὶ τοῦ πλούτου διελέγξας τὴν ἔνδειαν. Ἐπειδὴ δὲ οὐ μόνον τῆς πενίας κατηγοροῦσιν, ἀλλὰ καὶ τὴν δουλείαν ὀλοφύρονται, καὶ τοὺς βασιλικοὺς ἀποδύρονται φόρους, καὶ ἕτερα τὰ τῷδε τῷ βίῳ λίαν ἁρμόττοντα· φέρε, καὶ περὶ τούτων μικρὰ διεξέλθωμεν, καὶ τοὺς ἀρίστους τῶν ἰατρῶν μιμησώμεθα, οἳ τοὺς ἀῤῥώστους ἀποσίτους ὁρῶντες, καὶ τὰ προσφερόμενα σιτία πάντα βδελυττομένους, τέχναις τισὶν ἰατρικαῖς τὸ δυσάρεστον αὐτῶν εὖ μάλα κατασοφίζονται. Τὰ γὰρ ξηρότερα καὶ στρυφνότερα τῶν ἡδυσμάτων παραμιγνύντες, τὸ βδελυκτὸν τῷ ἀῤῥώστῳ φαινόμενον ἥδιστον ἀπεργάζονται. Καὶ οὗτοι δὲ ὁμοίως ἐκείνοις, πᾶσι τοῖς ὁρωμένοις καὶ γινομένοις ἐπιμέμφονται. Ἀλλ' ἐκείνοις μὲν ἡ νόσος παρὰ γνώμην συμβαίνει, καὶ ἀλγυνόμενοι λίαν τῶν σιτίων ἀπέχονται, καὶ μεταλαβεῖν ποθοῦντες ὑπὸ τῆς νόσου κωλύονται· τούτοις δὲ ἑκούσια καὶ αὐθαίρετα πολεμεῖ τὰ πάθη, καὶ τὸ δυσάρεστον ἔχουσιν, οὐ περὶ σιτία καὶ ὄψα, ἀλλὰ περὶ πάντα τὰ σοφῶς καὶ δικαίως ὑπὸ τῆς θείας προμηθείας οἰκονομούμενα. Καὶ σπείροντες μὲν τῶν ὄμβρων ἐπιθυμοῦσιν, ὁδοιποροῦντες δὲ τῶν ὄμβρων κατηγοροῦσι. Χρῄζουσι δὲ θερμοτέρας τῆς ἡλιακῆς ἀκτῖνος, ἵνα πέπονας τῶν σπερμάτων τοὺς καρποὺς ἀπεργάσηται· καὶ δυσχεραίνουσι πάλιν, καὶ τὸν φλογμὸν αἰτιῶνται. Πάντα πόνον ὑπὲρ τῆς γαστρὸς καταδέχονται, καὶ γηπονίας, καὶ ναυτιλίας, καὶ μακρὰς ὁδοιπορίας· καὶ πάλιν αὐτῆς πικροὶ κατήγοροι γίνονται· ὥσπερ οὐ δουλεύειν τοῖς τῆς ψυχῆς νεύμασιν, ἀλλ' ἄρχειν τεταγμένης. Μέμφονται σκηπτοῖς, καὶ χαλάζαις, καὶ ταῖς τοιαύταις παιδείαις,

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
